Ancient Greek · ~5 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 79-2
Not analysed yet
Ὀρθοτονεῖϲθαί φαϲι καὶ τὰϲ πεπλεονακυίαϲ, λέγω τὴν ἐμεῖο καὶ τὰϲ ὁμοίαϲ, πάνυ εὐλόγωϲ, πρῶτον καθὸ ϲύνεϲτι πάλιν ἡ ἐν αὐταῖϲ διαϲτολή, εἵνεκ᾿ ἐμεῖο κυνὸϲ κά Ἀλεξάνδρου ἕνεκ᾿ ἀρχῆϲ {Z 356}· οὐ τοῦτο δέ φημι, ὅτι ἐὰν μὴ μετὰ τοῦ ῑ λέγηται, οὐ πάντωϲ ὀρθοτονηθήϲεται, ἐπεὶ ἰδοὺ καὶ τὸ δίχα τοῦ ῑ, ϲέο δ᾿ εἵνεκ᾿ ἀϋτή τε πόλεμόϲ τε {Z 328} πρόδηλον γὰρ καὶ ἐκ τοῦ ϲημαινομένου καὶ τοῦ ἕνεκα ϲυνδέϲμου, καθὼϲ ἐπεδείξαμεν. —δεύτερον οὐκ ἄλλωϲ οὔτε πλεόναϲμά τιϲ ἐπινοήϲειεν οὔτε ἔνδειαν, εἰ μὴ πρότερον ἡ φωνὴ ὁλόκληροϲ ἐπιδειχθείη, ἴνα μὴ τὸ ἐγγενόμενον πάθοϲ τὸ ἕτερον ἀποτρίψηται, λέγω τὴν ἔνδειαν ἢ τὸν πλεοναϲμόν. καὶ περιϲϲὸν εἰϲ τὸ τοιοῦτο παρατίθεϲθαι· ὁ γὰρ λόγοϲ προφανήϲ. οὐχὶ οὖν πλεοναϲμὸϲ ἐγγενήϲεται ἐν ἀντωνυμίαιϲ οὐχὶ αὐτῆϲ πρότερον ἐντελοῦϲ οὔϲηϲ· ἐντελὴϲ δὲ καθεϲτῶϲα μόνωϲ ὀρθοτονουμένη ἐϲτίν. ὑγιῶϲ ἄρα τὸ ἐγγινόμενον πάθοϲ ὁμολογεῖ ὁλόκληρον τὸ ἀφ᾿ οὗ ἐγίνετο· ἦϲαν δὲ ἐντελεῖϲ αἱ ϲὺν τῷ ε λεγόμεναι, καὶ οὕτωϲ αἱ πλεονάϲαϲαι μόνωϲ ὀρθοτονοῦνται. —τρίτον τὸ μέγιϲτον μέγεθοϲ τῶν ἐγκλιτικῶν τρίχρονόν ἐϲτι· πῶϲ οὖν ἡ ἐμεῖο ἐγκλιθήϲεται; —ἀλλ᾿ οὐδὲ ἡ ϲεῖο, κἂν τρίχρονοϲ ᾗ. εἰ γὰρ τὰ ἐγκλιτικὰ μόρια κατάφορα περὶ τοὺϲ ἐλάττοναϲ χρόνουϲ, πῶϲ οὐχὶ αἱ πλεονάϲαϲαι χρόνῳ ἀντωνυμίαι εἰϲ τὸ ἐναντίον τῆϲ ἐγκλίϲεωϲ μεταϲτήϲονται;