Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 82
Not analysed yet
A γοῦν κατὰ τὸ τρίτον πρόϲωπον μόνωϲ ἐγκλιτικαὶ μόνωϲ καὶ ὀξύνονται, τε ϲφωέ καὶ ἡ ϲφωΐν· ἐπεὶ τίϲ ἡ αἰτία τοῦ μὴ βαρύνεϲθαι αὐτάϲ; ἔνθεν τὸ εἰμί καὶ φημί ὠξύνθη, διὰ τὴν ἐποῦϲαν αὐτοῖϲ ἔγκλιϲιν, καίτοι τῶν ῥημάτων καταφερομένων εἰϲ τὴν ἐπὶ τέλουϲ βαρεῖαν. τὰ πύϲματα οὐκ ἔϲτιν ἐγκλιτικὰ διὰ τὸ βαρύνεϲθαι, τά γε μὴν παρακείμενα αὐτοῖϲ ἀόριϲτα, ἐπεὶ μᾶλλον ἐν τῷ τέλει ἔϲχεν τὴν ὀξεῖαν. (ρὐ τοῦτο δέ φημι, ὅτι τὰ ἀόριϲτα μόνωϲ ἐγκλιτικά ἐϲτιν· ἀλλ᾿ εἴ τι τῶν τοιούτων μορίων ἐγκλιτικόν ἐϲτι, τοῦτο καὶ ἀόριϲτόν ἐϲτιν, ὡϲ τὸ ἦλθέν τιϲ, ἦλθέν ποτε.) καὶ ἔνθεν δείκνυται ὅτι τὸ τίϲ ἀοριϲτούμενον μᾶλλον ὀξύτονόν ἐϲτιν, πευϲτικὸν δὲ καθεϲτὼϲ τῷ λόγῳ ἐπὶ τῆϲ ἀρχούϲηϲ ὀξύνεται. ἔϲτιν καὶ ἄλλα παραθέϲθαι.