Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 83
Not analysed yet
Προῦπτον οὖν ὅτι καὶ ἡ ἐκεῖνοϲ καὶ ἡ οὗτοϲ ἀνέγκλιτοι διὰ τὸν αὐτὸν λόγον, προϲτιθεμένου τοῦ ὅτι καὶ δεικτικαί εἰϲιν ἤν δὲ παρεπόμενον ταῖϲ ἐπιτεταμέναιϲ κατὰ δεῖξιν τὸ μὴ παραφθείρειν τοὺϲ τόνουϲ, καθὼϲ ἔϲτι τηρῆϲαι ἐπὶ τῶν προκειμένων.