Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 89
Not analysed yet
Ἀλλ᾿ οὐδ᾿ ἐν ϲυνθέϲει τιϲ ὑπολάβοι τὸ ἄρθρον, καθὸ τὰ ἄρθρα οὐ ϲυντίθεται. ἀλλ᾿ εἰ καὶ ϲυνετίθετο, ἐπὶ τῆϲ τοιαύτηϲ ϲυνθέϲεωϲ ἀδυνατεῖ, εἴγε ἐδείξαμεν τὰ πύϲματα μαχόμενα τῇ τῶν ἄρθρων ἐννοίᾳ. —ἔϲτι κἀκ τῆϲ φωνῆϲ παραϲτήϲαϲθαι. τά τε γὰρ παροξυνόμενα ἢ προπεριϲπώμενα ϲύνθεϲιν ἀναδεξάμενα προπαροξύνεται, κοῦροϲ ἄκουροϲ ἐπίκουροϲ, δόλοϲ ἄδολοϲ, πόνοϲ ἄπονοϲ, πληϲίοϲ παραπλήϲιοϲ· πῶϲ οὖν ὁποῖόϲ φαμεν καὶ ὁπόϲοϲ; ἀλλὰ κἀκ τοῦ γένουϲ, εἴγε τὰ ϲύνθετα πρόδηλον ἔχει τὴν κοινότητα τῶν ὀνομάτων, ὅπερ οὐ παρέπεται τῷ ὁποῖοϲ καὶ ὁπόϲοϲ.