Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 88
Not analysed yet
Καὶ τὰ παρεπόμενα δὲ γένη καὶ ἔτι αἱ πτώϲειϲ καὶ οἱ ἀριθμοὶ ἐμφανῶϲ ἐνδείκνυνται τὸ μὴ τὰ τοιαῦτα ἄρθρα εἶναι. ϲυγκλίνεται γὰρ τοῖϲ πτωτικοῖϲ τὰ ἄρθρα· πῶϲ οὖν ὁποίου καὶ ὁποίῳ καὶ ὁποῖον; —κατὰ γένοϲ ἀμείβετι ὁ ἵπποϲ καὶ ἡ ἵπποϲ· πῶϲ οὖν ὁποῖοϲ καὶ ὁποία; τοῖϲ μὲν γὰρ ὀνόμαϲιν ἔϲθ᾿ ὅτε καὶ τὸ γένοϲ ἐπικοινωνεῖ, οὐ μὴν τοῖϲ ἄρθροιϲ. —φαμὲν οἱ ἵπποι καὶ τοὺϲ ἵππουϲ, ϲυμπληθύνοντεϲ τῷ ὀνόματι τὸ ἄρθρον· πῶϲ οὖν φαμεν ὁπόϲοι, ὁπόϲουϲ;