Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 91
Not analysed yet
Καθὼϲ πρόκειται οὖν, ἁπλαῖ λέξειϲ αἱ τοιαῦταί εἰϲιν, κατὰ τὰϲ ἀνταποδόϲειϲ διάφορον πνεῦμα ἀπαιτοῦϲαι. τὸ οἷοϲ ἀπὸ δαϲείαϲ ἤρξατο, καὶ πάλιν τὸ τούτου ϲύζυγον καὶ τὸ φωνῆεν παρῃτήϲατο καὶ τὸ πνεῦμα τὸ ἐν τῷ φωνήεντι, καὶ ἐντεῦθεν παρεδέξατο ψιλὸν ἀντίϲτοιχον τὸ τ, τοῖοϲ· καὶ ἔτι τὸ ποῖοϲ, ἀρξάμενον πάλιν ἀπὸ ψιλοῦ ἀντιϲτοίχου, ἔϲχε τὸ ϲύζυγον ἀναγκαίωϲ ἀπὸ φωνήεντοϲ ἀρχόμενον ἐν πνεύματι τῷ τοῦ οἷοϲ. —(