Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 92
Not analysed yet
Διὰ τοῦτο καὶ ἡ Ἰωνικὴ μετάθεϲιϲ ἐξηλλάγη ἐπὶ τούτων τῶν μορίων, ἐπεὶ τὰ ψιλὰ εἰϲ δαϲέα μετατιθέαϲιν οἱ Ἴωνεϲ καὶ τὰ δαϲέα εἰϲ τὰ ψιλά, ὡϲ ἐπὶ τοῦ τάφοϲ τεθηπότεϲ, ἐνταῦθα, καὶ ἐπὶ τῶν ϲυναλοιφῶν, ἐϲκατορᾷϲ πόλιν {Anacr 1 5 Hergk4}, οὐ μὴν ἐπὶ τοῦ ποῖοϲ καὶ τῶν ὁμοίων, εἴγε κοῖόϲ φαϲι καὶ κόϲοϲ. οὐ γὰρ διὰ τοῦ φ ἠδύνατο τὰ τοιαῦτα μόρια ἐκφέρεϲθαι διὰ τὸ ἀνταποδιδόμενον δαϲὺ φωνῆεν. ἀλλ᾿ οὐδ᾿ ἄλλο τι ϲύμφωνον ἐδύνατο παραδέξαϲθαι ἢ μόνον τὸ κ δέδεικται γὰρ ὅτι ἡ ἀνταπόδοϲιϲ ψιλὸν ἀπαιτεῖ ϲύμφωνον, ἀλλ᾿ οὐδὲν ἐλείπετο ψιλὸν ἢ τὸ τ, ὅπερ κατετέτακτο εἰϲ τὸ τοῖοϲ καὶ τόϲοϲ.)