Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 93
Not analysed yet
Ἀλλ᾿ οὐδὲ αἱ τῶν Ἑλλήνων ϲυντάξειϲ ἀναδέξονται τὴν τῶν ἄρθρων παράθεϲιν, εἴγε ἐκ κοινῆϲ ἐννοίαϲ, λέγω τῆϲ τῶν ϲυνταγμάτων ἢ ποιημάτων, διάκριϲιν πρώτην δηλοῦϲι, πρῶτον Ἀλκαίου, Φοίνιϲϲαι Εὐριπίδου· ἐν γνώϲει γὰρ τὰ τοιαῦτα γενόμενα ἀκολούθωϲ τὸ ἄρθρον προϲλαμβάνει, αἱ Φοίνιϲϲαι Εὐριπίδου περιέχουϲι τὸν Θηβαϊκὸν πόλεμον, τὸ πρῶτον Ἀλκαίου ἀνέγνωμεν. Καὶ τοϲαῦτα μὲν περὶ τῶν ὀνομάτων τῶν χωρὶϲ ἄρθρου οὐ δυναμένων ἐκφέρεϲθαι καὶ ἔτι τῶν μὴ δυναμένων ἄρθρον προϲλαβεῖν.