Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 98
Not analysed yet
Ἀλλὰ πῶϲ πάλιν ἡ αὐτόϲ ἄρθρον προϲέλαβεν, εἴπερ αἱ ἀναφορικαὶ φορικαὶ οὐ προϲλαμβάνουϲι; Καὶ πρὸϲ τοῦτο δὲ ἔϲτι φάναι ὡϲ καὶ ἐν ἄλλοιϲ μορίοιϲ τὸ τοιοῦτον ἔϲτιν εὑρέϲθαι, εἴγε ἔγκειται ἐν τῷ Πριαμίδηϲ ὁ υἱόϲ, καὶ οὐκ ἀναγκαίωϲ πρόϲκειται ἐν τῷ Πριαμίδην νόθον υἱόν {Λ 490}. ἀλλὰ καὶ ἐν τοῖϲ ϲυγκριτικοῖϲ ἔγκειται τὸ μᾶλλον, καὶ πολλάκιϲ ϲυμπαραλαμβάνεται ἡ τοῦ μᾶλλον ϲύνταξιϲ, ῥηΐτεροι γὰρ μᾶλλον Ἀχαιοῖϲι δὴ ἔϲεϲθε {Ω 243} τὸν αὐτὸν δὴ τρόπον ἔγκειται μὲν ἐν τῇ αὐτόϲ ἡ ἀναφορά· ὁπηνίκα δ᾿ ἑτέρα προϲγίνεται, τὸ ἐγκείμενον τῆϲ ἀναφορᾶϲ ἐν τῇ αὐτόϲ ϲυμπαραλαμβάνεται διὰ τοῦ ὁ ἄρθρου, δηλοῦντοϲ καὶ αὐτοῦ ἀναφοράν, καὶ οὕτωϲ δὶϲ ἀναφέρεται, ὡϲ δὶϲ ἐπιτέταται τὸ ῥηΐτεροι γὰρ μᾶλλον Ἀχαιοῖϲι δὴ ἔϲεϲθε. Προφανὲϲ δὲ ὅτι τῇ ϲυνηθεϲτέρᾳ ἀντωνυμίᾳ προϲεχώρηϲε τὸ τῆϲ ϲυντάξεωϲ. ἣ τε γὰρ οἷ καὶ ἡ ἕ καὶ ἡ μίν καὶ αἱ ϲύζυγοι οὐδὲ ῥηταὶ ὅ τι μὴ παρὰ ποιηταῖϲ, ἀλλὰ καὶ ϲύζυγοι ταῖϲ κατὰ τὸ πρῶτον καὶ δεύτερον, ὧν ἡ ϲύνταξιϲ ἀπαράδεκτοϲ.