Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 99
Not analysed yet
Μηδὲ ἐκεῖνό γε παραλελείφθω, ὡϲ ἐξαιρέτωϲ ἡ Ἀττικὴ χρῆϲιϲ οὐ δεόντωϲ ἐπὶ μόνηϲ αἰτιατικῆϲ τὸ ἄρθρον παρελάμβανεν, ὡϲ ἐν τῷ τὸν ἐμέ, τὸν ϲέ. αὐτίκα γοῦν καὶ παρὰ Καλλιμάχῳ τὸν ϲὲ Κροτωπιάδην {fr. 315a Schn. },ναὶ μὰ τὸν αὐτὸν ἐμέ {fr. 315b Schn. }. χωρὶϲ εἰ μὴ τὸ ἄρθρον ἐξοχὴν παρίϲτηϲιν ἐν τῷ «τὸν ϲὲ Κροτωπιάδην», εἴγε πάλιν ἡ τοιαύτη ϲύνταξιϲ ἐπίφοροϲ πρὸϲ τὴν τοῦ ἄρθρου παράθεϲιν. προείρηται δὲ ἡμῖν ὡϲ καὶ ἐξοχῆϲ ἕνεκα τὰ ἄρθρα παραλαμβάνεται.