Ancient Greek · ~6 min
Paragraph 10
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 10
Not analysed yet
Ϲυνηγορεῖ δὲ αὐτοῖϲ ὁ λόγοϲ, καθὸ αἱ ἀντωνυμίαι καὶ ἀναφορικῶϲ λαμβάνονται, καὶ τὰ ἄρθρα δὲ ἀναφορὰν δηλοῖ. —τὰ ἄρθρα ἀνθυπάγεται ταῖϲ ἀντωνυμίαιϲ, προτακτικὰ μέν· ὁ γὰρ λθε (Α 12). τοῦ δ’ αὐτοῦ λυκάβαντοϲ (ξ 161), καὶ τῷ νήδυμοϲ ὕπνοϲ (ν 79), ἀλλ’ ἄρα καὶ τόν Ἥρη (1 96) ὑποτακτικὰ δέ· ἀλλὰ καὶ ὃϲ δείδοικεν (φ 198). Πάτροκλον κλαίωμεν· ὃ γὰρ γέραϲ ἐϲτὶ θανόντων (ψ 9)· καὶ θηλυκά· ὣϲ ἡ ῥίμφα θέουϲα (ν 88), καὶ εἵνεκα τῆϲ ἀρετῆϲ (β 206) καὶ ἀντὶ τῆϲ αὐτόϲ ὁ δὲ προϲέειπεν ἄνακτα (ξ 36), ἡ δὲ χιτῶν’ ἐνδῦϲα (ε 730. Θ 387). —ἔτι καὶ αἱ φωναὶ ὁμολογοῦϲι. δαϲύνεται γὰρ τὰ τῶν ἀντωνυμιῶν τρίτα πρόϲωπα, ἕ, οἱ· καὶ τὰ τοιαῦτα τιῶν ἄρθρων δαϲύνεται, ἡ, οἱ. —πρὸϲ τούτοιϲ αἱ ἀντωνυμίαι κλητικὰϲ οὐκ ἔχουϲιν ἐν τῷ πρώτῳ καὶ τρίτῳ · τοιαῦτα δὲ καὶ τὰ ἄρθρα . τρίτου προϲώπου νοούμενα· τὸ γὰρ ὦ οὐκ ἄρθρον. τὰ εἰϲ φωνῆεν λήγοντα ἐπ’ εὐθείαϲ καὶ κατὰ ἄρϲενοϲ λαμβανόμενα ἀντωνυμίαι είϲίν, ἐγώ, ϲύ· τοιοῦτο καὶ τὸ ὁ. —τὸ τημοῦτοϲ τὸ αὐτὸ μέροϲ λόγου ἐϲτὶ καὶ τὸ τῆμοϲ, καὶ τὸ τημόϲδε, καὶ καθόλου ἡ ἐπέκταϲιϲ εἰϲ τὸ αὐτὸ μέροϲ λόγου προάγεται· καὶ κατὰ τοῦτο οὖν τὸ αὐτὸ μέροϲ λόγου τὰ ἄρθρα καὶ αἱ ἀντωνυμίαι, καθὸ ἀπὸ τοῦ ὁ τὸ οὐτοϲ καὶ ὅδε παρείλκυϲε, καὶ ἔτι ἀπὸ τῆϲ γενικῆϲ τῆϲ τὸ τ ἐχούϲηϲ τὸ τούτου καὶ τοῦδε, καὶ ἀπὸ οὐδετέρου, ὅπερ μόνον ἀπὸ τοῦ τ ἤρξατο κατὰ τὴν εὐθεῖαν, τὸ τοῦτο. μονοπροϲωποῦϲι καὶ εἰϲ ο λήγουϲι κατὰ τὸ οὐδέτερον αὐτό, ἐκεῖνο· οὕτωϲ ἔχει καὶ τὸ τό οὐδέτερον.