Ancient Greek · ~2 min
Paragraph 9
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 9
Not analysed yet
ῦἱ ἀπὸ τῆϲ Ϲτοᾶϲ ἄρθρα καλοῦϲι καὶ τὰϲ ἀντωνυμίαϲ, διαφέροντα δὲ τῶν παρ’ ἡμῖν ἄρθρων, ἡ ταῦτα μὲν ὡριϲμένα, ἐκεῖνα δὲ ἀοριϲτώδη. καὶ ὃν τρόπον, φαϲί, τὸ ἄρθρον διχῶϲ νοεῖται τε γὰρ ϲυμβολὴ τῶν κώλων, ἐν ὧ φαμεν ἔξαρθρον, καὶ αὐτὸ τὸ κῶλον, ἐν ῷ φαμεν μεγάλοιϲ ἄρθροιϲ κεχρῆϲθαι τὸν δεῖνα), οὕτω καὶ τὸ ἐν τῷ λόγῳ ἄρθρον τὸν αὐτὸν τρόπον. -καὶ Ἀπολλόδωροϲ ὁ Ἀθηναῖοϲ καὶ ὁ Θρᾷξ Διονύϲιοϲ καὶ ἄρθρα δεικτικὰ τὰϲ ἀντωνυμίαϲ ἐκάλεϲαν.