Ancient Greek · ~5 min
Paragraph 102
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 102
Not analysed yet
Δωριεῖϲ ἐγών. Ϲώφρων· ἐγ ὡν δέ τοι καὶ πάλαι ὤψεον (fr. Ahrens). καὶ ὁ ποιητὴϲ δὲ ϲυνεχῶϲ διὰ τοῦ ν ,ὅτε φωνῆεν ἐπιφέροιτο, ϲαφὲϲ ὅτι τὸ χαϲμῶδεϲ τῶν φωνηέντων ἀναπληρῶν τῇ τοῦ ν προϲθέϲει. κοινῇ δὲ προφορᾷ χρῆται ἐν τῷ ἀλλ’ ἐγὼ οὐδέν ϲε ῥέξω κακόν (Ω 370) καῖ ἀλλ’ ἐγὼ οὐ πιθόμην (ε 201. x 103. t 228) καὶ τὸ ν οὐ προϲέλαβεν ν, ἐπεὶ ἀνεπίδεκτον τὸ ἔποϲ κρητικοῦ εἰϲ ϲύμφωνον καταλήγοντοϲ. —Οὐ φύϲει φαϲὶ τὴν ἀντωνυμίαν λήγειν εἰϲ ν, πλεονάζειν δέ, «ἐπεὶ ἡ κατὰ τὸ δεύτερον δίχα τοῦ ν, τύ. πᾶϲα γὰρ ἀντωνυμία εἰϲ ν λήγουϲα κατὰ τὸ πρῶτον, πάντωϲ καὶ κατὰ τὸ δεύτερον ν, ἐμέθεν ϲέθεν, ἐμίν τίν, ἡμῶν καὶ ὑμῶν». Πρῶτον διάλληλα τὰ τῆϲ ἐπιχειρήϲεωϲ. τί γὰρ ⟨οὐ⟩ μᾶλλον ἡ τύ ὠλιγώρηται, ὅτι εἰϲ ν οὐ λήγει, ἢ ἡ ἐγών, ὅτι εἰϲ ν λήγει δεύτερον αἱ μακροκατάληκτοι λέξειϲ οὐ πλεονάζουϲι τῷ ν ἀδιαφόρωϲ· τὸ γὰρ τοιοῦτον ἐν τῷ ἔλεγεν ἢ ἔλεγε καὶ λέγουϲιν, ἅπερ ἐν βραχυκαταλήκτοιϲ. —τρίτον ἐν ὁμοιοκαταλήκτοιϲ ἡ μονὴ τοῦ ν γίνεται, ἐμέθεν ἢ ϲέθεν, ἐμίν τίν, τὸ δὲ ἐγών εἰϲ ων λήγει, τοῦ δευτέρου διὰ τοῦ υ ἐκφερομένου. ἔπειτα παρὰ Βοιωτοῖϲ τὸ λεῖπον ἀνεπληρώθη· ἰδοὺ γὰρ τούν.