Ancient Greek
Paragraph 103
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 103
Not analysed yet
Οἱ αὐτοὶ Δωριεῖϲ ἐγώνγα καὶ ἐγώνη· οὐ γὰρ ἐγώνγα, Fάναϲϲα, Διὸϲ θύγατερ, Ἀλκμάν (fr. 51 Bergk 3 ). Αἰολεῖϲ βαρέωϲ· ἐγων δ’ ἔμ’ αὔτα τοῦτο ϲυνόϊδα Ϲαπφώ (fr. 102 Ahrens, 15 Bergk 3). Βοιωτοὶ ἱὠν, ὡϲ μὲν Τρύφων (p. 27 Velsen ),ὑφέϲει εὐλόγω τοῦ γ, ἵνα καὶ τὰ τῆϲ μεταθέϲεωϲ τοῦ ε εἰϲ ι γένηται, ἐπεὶ φωνήεντοϲ ἐπιφερομένου τὸ τοιοῦτον παρακολουθεῖ. ἀλλὰ μὴν καὶ ἐδαϲύνθη, ἐπεὶ δαϲύνεται τὰ φωνήεντα ἐν ταῖϲ ἀντωνυμίαιϲ, ὅτε πρὸ φωνηέντων τίθενται, ἑόϲ, ἑοῦ, ἑαυτῷ, ἑαυτόν, ἑοῖ. ὡϲ δὲ ἔνιοι, ὡν ἐϲτὶ καὶ ὁ Ἄβρων, θέμα ἐϲτίν, ὃ ϲυζύγωϲ οἱ αὐτοί φαϲι τῇ μὲν ἐγών τὴν ἱών, τῇ δὲ ἐγώνη τὴν ἱώνει, εἴγε τὸ παρὰ Δωριεῦϲιν η εἰϲ ει μεταβάλλεται, τῇ δ’ ἐγώνγα τὴν ἰώνγα. Κόριννα · μέμφομη δὲ κὴ λιγουρὰν Μουρτίδ’ ἰώνγα ,ὅτι βανὰ φοῦϲ᾿ ἔβα Πινδάροιο ποτ’ἔριν (fr. 12Ahrens, 21 Bergk3) καὶ ἔτι ἱώνει δ’ εἱρώων ἀρετὰϲ χεἰρωάδων (fr. 1 Ahrens, 10 Bergk3)