Ancient Greek · ~12 min
Paragraph 105
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 105.1
Not analysed yet
Ὄτι μὲν οὖν κλητικῆϲ ἐϲτὶν ἡ ϲύ, ἀναμφίβολον· ὅτι δὲ καὶ εὐθείαϲ, λεκτέον. Αἱ ϲυνεμπίπτουϲαι τῶν λέξεων κατὰ τὰϲ ϲυντάξειϲ τοῦ λόγου τὸ ἀμφίβολον τῆϲ ϲυνεμπτώϲεωϲ ἀποβάλλουϲι. τὸ γὰρ οὐκερῶ, τρία ϲημαῖνον, ἐν τῷ οὐκ ἐρῶ ϲοί ἢ οὐκ ἐρῶ ϲοῦ ἢ οὐ κερῶ ϲέ οὐκέτι ἀμφίβολον καθέϲτηκε. καὶ περιϲϲὸν εἰϲ τοῦτο παρατίθεϲθαι, τοῦ λόγου ἐπὶ πάντων ϲυντείνοντοϲ τῶν παραπληϲίων. ὅθεν καὶ τὸ ϲύ κατὰ τὴν ϲύνταξιν δειχθήϲεται, πότε εὐθείαϲ ἐϲτὶ καὶ πότε κλητικῆϲ. ἐν οἷϲ γάρ φαμεν ϲὺ ἦ λθεϲ πρὸϲ ἐμέ, κλητικῆϲ· ἐγώ είμι καὶ ἐκεῖνόϲ ἐϲτι καὶ ϲὺ εἰ, εὐθείαϲ· τὰ γὰρ τῆϲ ὑπάρξεωϲ ἢ κλήϲεωϲ ῥήματα εὐθείᾳ ϲυντάϲϲονται. οὐ γὰρ πάντωϲ καθολικὸν τὸ τὴν εὐθεῖαν ἐπὶ τρίτοιϲ νοεῖϲθαι πάντοτε ἰδοὺ γὰρ ἐπὶ πρώτου καὶ δευτέρου, ϲεμνόϲ εἰμι, ϲεμνὸϲ εἰ. —Ἄλλωϲ τε τὰ μὲν ὀνόματα, δίχα τῆϲ κλητικῆϲ, ἐν τρίτοιϲ νοεῖται, ὅτε μή, ὡϲ προείρηται, τὰ τῆϲ ὑπάρξεωϲ ἢ κλήϲεωϲ ῥήματα ϲυντάϲϲεται, Δίων περιπατεῖ, Δίωνι λέγε, Δίωνα τύπτε· αἱ δὲ ἀντωνυμίαι ἕνεκα τούτου παραλαμβάνονται, τῶν ὀνομάτων οὐ δυναμένων κατὰ τὸ πρῶτον καὶ δεύτερον πρόϲωπον παραλαμβάνεϲθαι ἐπὶ τῆϲ προκειμένηϲ ϲυντάξεωϲ. παρακολουθεῖ οὖν τοῖϲ κατὰ τὸ δεύτερον ἀνακρεμάμενον ἔχειν τὸν λόγον τὸν πρόϲ τινα ὑπὲρ αὐτοῦ τοῦ προϲφωνουμένου ὁ γοῦν λέγων ϲὺ τύπτειϲ πρὸϲ αὐτὸν λέγει ὑπὲρ αὐτοῦ. τὸ αὐτὸ καὶ ἐπὶ τῶν πλα. γίων, ϲοὶ δίδωμι, ϲὲ φιλῶ. χωριϲτέαι οὐν ⟨αἱ ⟩ἀντωνυμίαι τῶν ὀνομάτων κατὰ τὰϲ ϲυντάξειϲ ἕνεκα τούτου. —Ἔτι αἱ ϲυναπτόμεναι πτώϲειϲ ἢ διεζευγμέναι ἢ ϲυμπλεκόμεναι τῆϲ αὐτῆϲ ἔχονται πτώϲεωϲ· εἰ δέ που κλητικὴ παραλαμβάνοιτο, πάντωϲ ἐκτὸϲ πεϲεῖται τῆϲ ϲυντάξεωϲ. τοῦ μὲν οὐν προτέρου ἢ Ἀριϲτοφάνηϲ ἢ Ἀρίϲταρχοϲ, καὶ Ἀριϲτοφάνη καὶ Ἀρίϲταρχον, ἤτοι Ἀριϲτοφάνουϲ ἢ Ἀριϲτά ρχου, καὶ ἐμοῦ καὶ ϲοῦ, ἢ ἐγὼ ἢ ἐκεῖνοϲ· τοῦ δὲ δευ τέρου Ϲώκρατεϲ, ἢ Διογένηϲ παρἐϲται ἢ Θεόφραϲτοϲ· Ἀρίϲταρ χε, καὶ Διονύϲιοϲ ἤκουϲε καὶ Ἀπολλώνιοϲ. ὅθεν εἴ φαμεν καὶ ἐγὼ καὶ ϲὺ καὶ ἐκεῖν οϲ, εὐθείαϲ τὸ ϲύ. Τὰ δυϊκὰ καὶ τὰ πληθυντικὰ ϲύλληψιν ἔχει ὁμοιοπτώτων προϲώπων, τὸ ὑμᾶϲ ἐκ τοῦ ϲὲ καὶ ϲὲ καὶ ἐκεῖνον, τὸ ὑμῖν ἐκ τοῦ ϲοὶ καὶ ϲοὶ καὶ ἐκείνῳ. ὅθεν τὸ ϲφῶι . . ϲὺ καὶ κρατερὸϲ Λκομήδηϲ (M 366) εἰ ϲύλληψιν ἔχει τοῦ Λκομήδηϲ κατ’ εὐθεῖαν, δῆλον ὡϲ καὶ τὸ ϲύ εὐθείαϲ καθέϲτηκεν. —Ἔτι αἱ ἀντωνυμίαι ὁμοιοπτώτοιϲ τοῖϲ ὀνόμαϲι ϲυντάϲϲονται, ἐμοῦ ὄντοϲ Ἀπολλωνίου, ἐμοὶ ὄντι Δίωνι, ϲὲ ὄν τα ἀγαθόν εἰ οὐν εὐθείαϲ τὸ ἐγώ εἰμι Διον ύϲιοϲ, εὐθείαϲ καὶ τὸ ϲ εἰ Δίων. —Ἡ κλητικὴ αὐτοτελὴϲ οὐϲα ϲτιγμὴν ἀπαιτεῖ διὸ οὐδέποτε αἱ ἐγκλινόμεναι μετὰ κλητικῆϲ τίθενται, ὅτι μὴ μόνον ἡ μοί κατὰ πρῶτον πρόϲωπον διὰ φιλοφρόνηϲιν ,Πἀτροκλέ μοι δειλῇ (T 287). ἐν ῶ οὐν φαμὲν ϲύ με, ϲύ μου, εὐθείαϲ ἡ ϲύ αἱ γὰρ εὐθεῖαι τήνδε τὴν ϲύνταξιν λαμβάνουϲι. —Πρὸϲ τὰ πύϲματα αἱ εὐθεῖαι ἀνθυπάγονται, τίϲ ἔγρα ψεν; Ἀρίϲταρχοϲ, ἐγώ· εὐθείαϲ οὖν καὶ κατὰ τοῦτο τὸ ϲύ. —Ἔπειτα εἶ τι κλητικὴν ἔχει, πάντωϲ καὶ εὐθεῖαν· οὐ μὴν εἴ τι εὐθεῖαν, πάντωϲ καὶ κλητικήν. οὔτε γὰρ τὰ πύϲματα, οὔτε τὸ ἄλλοϲ, ὡϲ προείρηται ,οὔτε τὸ ἐκεῖνοϲ. ὅθεν εἰ τὸ ϲύ κλητικῆϲ, πάντωϲ καὶ εὐθείαϲ. —Τὸ δὲ ϲυνεμπεϲεῖν τὴν φωνὴν οὐ ξένον πλεῖϲται γάρ εἰϲιν εὐθεῖαι ϲυνεμπίπτουϲαι ταῖϲ κλητικαῖϲ.