Ancient Greek · ~2 min
Paragraph 106
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 106
Not analysed yet
Ϲύγε Ἀττικοί, καθάπερ καὶ τὸ ἔγωγε. Τινὲϲ ἐν δυϲὶ μέρεϲι λόγου, ετοῦ γέ ἐν παραθέϲει κειμένου, ἐπεὶ αἱ ἐπεκτεινόμεναι ἐν πρώτοιϲ καὶ ἐν τρίτοιϲ. Ἐν μὲν οὐν τῷ τόνῳ οὐχ οἷόν τε διελέγξαι τὴν παραγωγήν ,ἐν δὲ τῇ Δωρικῇ τύγα οὔϲῃ ϲυνάγεται καὶ τὸ ϲύγε. ἡ γὰρ τύ ὀρθῆϲ τάϲεωϲ οὖϲα εὐθεῖαν ϲημαίνει παρὰ Δωριεῦϲι, καὶ τὺ Διὸϲ θύγατερ μεγαλόϲθενεϲ (lyr. gr. adesp. 42 Bergk lll 3), ἐγκλινομένη δὲ αἰτιατικήν, καί τυ φίλιππον ἔθηκεν (lyr. gr. adesp. 43 Bergk III3) καὶ τί τυ ἐγὼν ποιέω Ϲώφρων (fr. 74 Ahrens).