Ancient Greek · ~3 min
Paragraph 104
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 104
Not analysed yet
Τρύφων (p. 32 Velsen)φηϲὶ μηδ’ ὅλωϲ εὐθείαϲ εἶναι τὴν ϲύ, κλητικῆϲ δὲ μόνον, «ἐν οἷϲ αἱ μὲν εὐθεῖαι τὸν περί τινοϲ λόγον ἀναδέχονται, αἱ δὲ κλητικαὶ τὸν πρόϲ τινα, ὅνπερ ἡ ϲύ ἀναδέχεται. —ἔτι ὅν τρόπον ἡ ἐκεῖνοϲ οὐκ ἔχει κλητικήν, διότι ἐν ἀποϲτήματί ἐϲτι, τῆϲ κλητικῆϲ κλῆϲιν ἐπαγγελλομένηϲ τοῦ πέλαϲ, οὕτωϲ οὐδὲ ἡ ϲύ εὐθείαϲ. ἐπεὶ τὰ ἐναντία ἀνεδέξατο. —αἱ κλητικαὶ δευτέροιϲ προϲώποιϲ ϲυντάϲϲονται, Ἔκτορ ἦλθεϲ, Ϲώκρατεϲ διελέξω· τοιοῦτον οὖν καὶ τὸ ϲ ὺ λέγε καὶ ϲ ὺ ϲκά πτε. —οὐκ ἐπεὶ δὲ εὐθείᾳ ϲυντάϲϲεται ἐν τῷ ϲὺ ὁ λέ. γων, πάντωϲ καὶ εὐθείαϲ· ἰδοὺ γὰρ καὶ ἐπὶ ὀνομάτων, Ἀρίϲταρχε αὐτὸϲ γέγραφαϲ. —οὐ πάϲηϲ πτώϲεωϲ εὐθεῖα, τοῦ ἀλλήλουϲ, τοῦ ἐμαυτοῦ, ὥϲτε καὶ τῆϲ ϲύ οὔϲηϲ κλητικῆϲ οὐ πάντωϲ εὐθεῖα ἐπιζητηθήϲεται.