Ancient Greek · ~2 min
Paragraph 108
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 108
Not analysed yet
Τὸ τῦν η ὠλιγωρῆϲθαί φαϲι, καθὸ τείνει τὸ υ· εἰ γὰρ ἐγώ ἐγώνη, τοῦ αὐτοῦ χρόνου μένοντοϲ, χρῆ⟨ν⟩ καὶ ἀπὸ τοῦ τύ τύνη. Τί γὰρ οὐ μᾶλλον τὸ τύ παραλόγωϲ ϲυνεϲτάλη ἤπερ τὸ τύνη ἐξετάθη; ἴϲωϲ δὲ καὶ αἱ διὰ τοῦ νη τείνουϲι τὴν παραλήγουϲαν· ἰδοὺ γὰρ καὶ ἀπὸ τοῦ ἐμίν ἐμίνη καὶ τίν τίνη. ἴϲωϲ δὲ καὶ τῷ Βὖνη καὶ μὖνη ϲυνεξέδραμεν.