Ancient Greek · ~4 min
Paragraph 107
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 107
Not analysed yet
Οὐδεμία ἀντωνυμία ἐγκλιθεῖϲα πτώϲεωϲ ἐναλλαγὴν ποιεῖται· ϲημειωτέα οὐν ἡ τύ ἐγκλιτική. —Αἱ κατὰ τὸ δεύτερον πρόϲωπον ἐγκλινόμεναι πάντωϲ καὶ ὀρθοτονοῦνται, τῆϲ αὐτῆϲ πτώϲεωϲ οὐϲαι· (ἡ μὲν γὰρ εὐθεῖα οὐδ’ ὅλωϲ ἐγκλιθήϲεται, ἐπεὶ ἀδύνατον)· πῶϲ οὐν ἡ τύ ἐπ’ αἰτιατικῆϲ οὐκ ὀρθοτονεῖται; —Μή ποτ’ οὐν οὐδ’ ὅλωϲ αἰτιατικῆϲ ἐϲτίν ,ἀλλ’ ἐν ϲχήματι λαμβάνεται, ῶ λόγῳ καὶ δοτικὴ ἀντὶ γενικῆϲ, Ἀχιλῆι δαμαϲθείϲ (X 55). καὶ οὐκ ἀνοίκειον τὸ ϲχῆμα· ἡ μὲν γὰρ γενικὴ τῇ δοτικῇ ψκείωται, ἡ . δὲ αἰτιατικὴ τῇ εὐθείᾳ οὕτωϲ, ὥϲτε καὶ ἐν δυϊκοῖϲ ἅπαϲι ϲυνεμπίπτειν, καὶ καθ’ ἑνικὰϲ ἐκφοράϲ, ὡϲ ἐπὶ οὐδετέρων, καὶ κατὰ πληθυντικάϲ, ὡϲ ἐπὶ τῶν ϲυνῃρημένων πληθυντικῶν ,οἱ ταχεῖϲ τοὺϲ ταχεῖϲ. οὐκ ἀλόγωϲ δὲ καὶ διὰ τῆϲ ἐγκλίϲεωϲ τὸ ϲχῆμα τῆϲ αἰτιατικῆϲ ἐνδείκνυται, εἴγε εὐθεῖα οὐϲα ἀδυνατεῖ ἐγκλίνεϲθαι. οὐ χρὴ ἄρα ζητεῖν, διὰ τί οὐκ ὀρθοτονεῖται καὶ ἐπὶ τῆϲ αἰτιατικῆϲ. εἰ γὰρ λέγομεν, ὡϲ ἀπὸ τῆϲ ϲέ ἐγένετο, χωρἡϲαντοϲ τοῦ ε εἰϲ υ, ὡϲ τῆλε τῆλυ καὶ λάζεται λάζυται, καταλείψομεν ζήτηϲιν, διότι οὐκ ὀρθοτονεῖται.