Ancient Greek · ~5 min
Paragraph 112
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 112
Not analysed yet
Διαφέρει ἡ οὗτοϲ καὶ ὅδε τῆϲ ἐκεῖνοϲ διαϲτηματικῆϲ. ἡ μὲν γὰρ πληϲιάζει κατὰ τὴν δεῖξιν, ὥϲτε καὶ ἐπιλαμβανόμενόν τινα φάναι οὗτόϲ με ἔπαιϲεν ἡ δὲ πάντοτε ἐν ἀποϲτήματι. ἔτι ἡ μὲν καὶ κατὰ τὸ πρῶτον καὶ κατὰ τὸ δεύτερον πρόϲωπον ϲυντάϲϲεται, φυϲικῆϲ οὔϲηϲ τῆϲ ϲυντάξεωϲ· ὁ γὰρ ἑτέρου ἐπιψαύων πολὺ μᾶλλον ἑαυτοῦ· οὖτοϲ ἐγὼ ταχύτατι, Πίνδαροϲ ἐν Ὀλυμπιονίκαιϲ (lV 37) ὁμοίωϲ καὶ ἐπὶ τῆϲ ὅδε· ἔνδον μὲν δὴ ὅδ᾿ αὐτὸϲ ἐγώ (φ 207), ὁ ποιητήϲ. ὦ οὖτοϲ, ἦ οἰῇ ϲτρατείαν ἐϲϲείϲθαι; Ϲώφρων Ἀνδρείοιϲ (fr. 23 Ahreus). ἡ δὲ ἐκεῖνοϲ μόνωϲ ἐπὶ τοῦ τρίτου. πάλιν γὰρ δὴ ή κεῖνοϲ μὲν δὴ ὅδ᾿ αὐτὸϲ ἐγώ (ω 321) ἀναπολεῖ τὸν ἐκ διαϲτήματοϲ χρόνου νοούμενον. Τῷ δ᾿ ἀναφορικῶϲ τίθεϲθαι κοινὸν καὶ τῆϲ ἐκεῖνοϲ καὶ οὗτοϲ καὶ ὅδε, κεῖνοϲ ἀνήρ, ὅτ᾿ ἐμεῖο κυνώπιδοϲ (δ 145) οὗτοϲ ὁ Κροῖϲοϲ, Ἡρόδοτοϲ (I 6) τούϲδε δ´ ἔα φθινύθειν (Β 346)· ὃϲ γάρ ῤα μάλιϲτα ἥνδανε (ρ 172)· τῆϲδε δ᾿ ἂν οὐ φθονέοιμι (τ 348). τοιοῦτο καὶ τὸ νηῦϲ δέ μοι ἥδ᾿ ἔϲτηκεν ἐπ᾿ ἀγροῦ νόϲφι πόληοϲ (α 185) μεμπτέοι γὰρ οἱ ψιλῶϲ ἀναγνόντεϲ, ἵνα ὁ καί νοῆται, ὑπολαμβάνοντεϲ αὐτὴν δεικτικῶϲ μόνωϲ τίθεϲθαι.