Ancient Greek · ~2 min
Paragraph 113
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 113
Not analysed yet
Τὴν ἐκεῖνόϲ φαϲι τῷ ε πλεονάζειν, καθότι αἱ διάλεκτοι μαρτυροῦϲιν, Ἴωνεϲ κεῖνοϲ, Αἰολεῖϲ κῆνοϲ, Δωριεῖϲ τῆνοϲ. —τό τε ε πρὸ τοῦ κ κείμενον δαϲύνεται, ὅτε μὴ ἐν κλίϲει παρακέοιτο ἔξωθεν προϲερχόμενον. τοῦ μὲν οὖν προτέρου Ἑκάτη, Ἑκάβη, ἑκάϲ, ἑκηβόλοϲ, ἑκών, κὰν ἀπὸ τοῦ εἴκω ἐνεϲτῶτοϲ ἐϲχηματιϲμένον ᾖ· τοῦ δὲ δευτέρου ἐκάλουν, ἔκλων, ἔκλυον. ἐχρῆν οὖν τὸ ἐκεῖνοϲ δαϲύνεϲθαι. τὸ ἐν τρίτοιϲ προϲώποιϲ ε δαϲύνεται, ἕθεν, ἕο, ἑοῖ· πῶϲ οὐν ψιλῶϲ τὸ ἐκεῖνοϲ»;