Ancient Greek · ~6 min
Paragraph 114
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 114
Not analysed yet
Ὑπὲρ τοῦ οὖν μὴ πλεονάζειν λεκτέον. αἱ διάλεκτοι καὶ ἀφαιροῦϲι καὶ πλεονάζουϲιν, ἑορτή ὁρτή, τελέωϲ λέωϲ, τρόμοϲ τέτρομοϲ, ἐγώ ἐγώνη. ἀλλὰ καὶ Ἀλκμὰν πρώτῳ μάκαρϲ ἐκεῖνοϲ (fr. 14 Bergk3) φηϲί. —Ψιλοῦται τὸ ε πρὸ τοῦ κ, ἔκταϲιϲ καὶ ἐκτόϲ. ἀλλ᾿ ἴϲωϲ τὴν πρόθεϲιν αἰτιάϲαιτο ἄν τιϲ· καὶ τὸ ἁπαλόϲ δαϲυνόμενον ἐπιφορᾶϲ γενομένηϲ τοῦ τ ἐψιλώθη, ἀταλόϲ ἴϲωϲ ἄρα καὶ τὸ 2 ἐκ δαϲέοϲ ἐψίλου τὸ ε. —Τὸ ε πλεονάζον ἐν διϲυλλάβοιϲ ἀναβιβάζει τὸν τόνον, ἔειπεν, ἔοργεν, ἕεδνα, ἕαδεν, εἰ πλεοναϲμόϲ· τὸ γὰρ ἑώρων διὰ τὸ χρονικὸν παράγγελμα οὐκ ἀνεβίβαϲε τὸν τόνον. πῶϲ οὖν οὐ προπαροξύνεται τὸ ἐκεῖνοϲ, —Τὸ ε κατὰ τὸ τρίτον δαϲύνεται ἀφαιρουμένου τοῦ κατὰ τὸ δεύτερον ϲ, ϲέο ἕο, ϲέθεν ἕθεν· τὸ δὲ ἐκεῖνοϲ οὐχ οὕτωϲ ἔχει. Τὸ ε πλεονάζει ἐν ταῖϲ ἀπὸ φωνήεντοϲ ἀρχομέναιϲ λέξεϲιν, ἑώρων, ἐῳνοχόει, ἑόϲ, ἐέ, ἐοῖ, ἑῆϲ πῶϲ οὖν ἐν τῷ ἐκεῖνοϲ πλεονάζει; ἐδείχθη γὰρ ὡϲ τὸ ἐχθέϲ ἐντελέϲτερον τοῦ χθέϲ καὶ τὸ ἐθέλω τοῦ θέλω. —Τὸ ἀφαιρούμενον ε καὶ λεκτὸν καταλιμπάνον ψιλοῦται· καὶ διὰ τοῦτο τὸ μὲν ἕϲτηκα δαϲύνεται, τὸ δὲ ἔϲτηϲα ψιλοῦται· ἐφ᾿ οὐ μὲν γὰρ ἀφαίρεϲιϲ, ϲτῆϲε δ᾿ ἐν Ἀμνιϲῷ (τ 188), καὶ λεκτόν, ἐφ’ οὐ δὲ οὐκέτι. ὑγιῶϲ ἄρα καὶ τὸ ἐκεῖνοϲ ψιλοῦται, εἴγε ἡ ἀφαίρεϲιϲ λεκτὸν καταλιμπάνει. —Τὸ πλεονάζον καὶ διὰ τοῦ πλεονάϲματοϲ καὶ διὰ τοῦ ὁλοκλήρου πολύ πρότερον ϲημαίνεται, ἀδελφεόϲ ἀδελφόϲ, ἑόϲ ὄϲ· πῶϲ οὔν, εἶπερ ἐκεῖ, πῶϲ οὐχὶ καὶ κεῖ;