Ancient Greek · ~3 min
Paragraph 117
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 117
Not analysed yet
Ἡ ὁ δεῖνα παρ᾿ Ἀττικοῖϲ πολλάκιϲ ἐπὶ τοῦ τυχόντοϲ λαμβανομένη, παρὰ δὲ Ϲυρακουϲίοιϲ δίχα τοῦ ᾱ, οὐχ ὁδεῖν τυ ἐπικαζε, Ϲφρων Ἀνδρείοιϲ (fr. 24 Ahrens). Οὐ κατὰ πρόϲθεϲιν ἡ ὁδί προϲλαβοῦϲα τὸ ν ἐγίνετο ὁδῖν, καθάπερ καὶ ἡ ούτοϲίν καὶ ἡ ἐκεινοϲίν παρ᾿ Ἀττικοῖϲ. πρῶτον γὰρ ἂν καὶ τὸν τόνον ἐφύλαϲϲεν ὀξύν, καθάπερ καὶ τὸ οὑτοϲί· ἔπειτα ταὐτὸν ἂν ἐϲήμαινεν, ὥϲπερ καὶ αἱ προκείμεναι καὶ καθόλου πάϲα πλεονάϲαϲα ϲτοιχείῳ λέξιϲ. νῦν δὲ τὸ μὲν ὁδί ὀξύνεται, καὶ δεικτικόν ἐϲτι· τὸ δὲ ὁδεῖν καὶ περιϲπᾶται, καὶ ἐπί τινοϲ τυχόντοϲ παραλαμβάνεται. ἔπειτα τὰ πλεονάϲαντα ἔϲωθεν κλίνεται, τουτονί καὶ τουτουῒ· πῶϲ οὖν τοῦ δεῖνοϲ ἔξωθεν ἡ κλίϲιϲ; ἄμεινον οὖν ἦν θέμα καταλιπεῖν, ἢ ἀποκοπὴν τοῦ ὁδεῖνα, ἵνα καὶ τὰ τοῦ τόνου ϲυμφωνῇ καὶ τὰ τῆϲ ϲημαϲίαϲ.