Ancient Greek · ~3 min
Paragraph 118
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 118
Not analysed yet
«Πᾶν πτωτικὸν ἢ κατὰ τὸ τέλοϲ τὴν κλίϲιν ποιεῖται, ἢ πρὸ τέλουϲ, ὅτε ἐπεκτέταται, ὡϲ ἐν τῷ τοιοῦδε, τοιῷδε· πῶϲ οὖν τοῦ δεῖνοϲ καὶ ἔτι τοῦ δεείνατοϲ, καὶ τῷ δεῖνι καὶ τῷ δείνα τι, δύο κλίϲειϲ ἀνεδέξατο; πῶϲ δὲ καὶ δύο τόνουϲ, πάϲηϲ λέξεωϲ μίαν ὀξεῖαν ἐχούϲηϲ ἢ περιϲπωμένην;» —Πολλάκιϲ καὶ ἐπ᾿ ὀνομάτων καθ᾿ ἑνὸϲ ὑποκειμένου δύο κλίϲειϲ γίνονται, Νέα πόλιϲ Νέαϲ πόλεωϲ, ἀγαθὸϲ δαίμων ἀγαθοῦ δαίμονοϲ· οἲϲ ἐξ ἀνάγκηϲ παρέπεται καὶ τὸ διτονεῖν, ὅτι καὶ δύο κλίϲειϲ. οὐ πιθανὸν οὖν καὶ τουδεῖνοϲ ὡϲ ϲωλῆνοϲ προφέρεϲθαι, ὤϲ φηϲι Τρύψων (p. 31 Velsen), εἵνα μὴ διτονήϲῃ ἡ λεξιϲ», δύο κλίϲεων γινομένων.