Ancient Greek · ~2 min
Paragraph 13
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 13
Not analysed yet
Κάκεῖνο δ’ εὔηθεϲ τὸ λέγειν, ἄρθρα ἀντὶ ἀντωνυμιῶν, καὶ διὰ τοῦτο ἵν μέροϲ λόγου. —πρῶτον οὐκ εἰ τι ἀντί τινοϲ παραλαμβάνεται, εὐθέωϲ ταὐτὸν ἐκείνῳ ἐϲτίν. ἰδοὺ γὰρ Ἕκτορι δίῳ (H 75) ἀντὶ τοῦ ἐμοί, καὶ οὐ ταὐτό, καὶ τὸ καρπῷ βριθομένη (Θ 307) ἀντὶ τοῦ βρίθεται καὶ ὁ εἴ ϲυναπτικὸϲ ἰϲοδυναμεῖ τῷ ἀκολουθεῖ ῥήματι, ἀκολουθεῖ τῷ ἡμέραν εἰναι καὶ φῶϲ εἰναι —εἰ ἡμἐρα ἐϲτί, φῶϲ ἐϲτί. (τὸ γὰρ ὅ μοι γέραϲ ἔρχεται (Α 120) οὐ πάντωϲ ἄρθρον ἀντὶ αίτιώδουϲ ϲυνδέϲμου τοῦ ὅτι ἴϲωϲ γὰρ ἀπεκόπη ὁ αἰτιώδηϲ.)