Ancient Greek
Paragraph 14
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 14
Not analysed yet
Τό δὲ πάντων μεῖζον· μεγάλην ἀϲθένειαν διὰ τὴν ἰδίαν ἀπειρίαν τοῦ ποιητοῦ καταγγέλλουϲι, φάϲκοντεϲ τοϲαῦτα ϲχήματα ἄρθρων ἀντὶ ἀντωνυμιῶν παραλαμβάνειν. τὸ γὰρ μὴ ταῖϲ κατὰ φύϲιν λέξεϲι κεχρῆϲθαι κακία. Ἐλελήθει οὖν αὐτούϲ ἡ ὁμοφωνία τῶν ἄρθρων καὶ τῶν ἀντωνυμιῶν. ἡ γὰρ προκειμένη παραγωγὴ ὡϲ ἀπὸ τῶν ἄρθρων πίϲτιϲ γίνεται τοῦ ὁμοφωνεῖν τὰ ἄρθρα ταῖϲ ἀντωνυμίαιϲ. εί γὰρ τὸ τηλικοῦτοϲ ὄνομα, ⟨καθότι⟩ καὶ τὸ τηλίκοϲ ὄνομα τοῦ αὐτοῦ παραϲτατικόν, ὡϲαύτωϲ καὶ ⟨τὸ⟩ τηλικόϲδε, τό ⟨τε⟩ τημοῦτοϲ καὶ τὸ τημόϲδε ἐπιρρήματα ,καθότι καὶ τὸ τῆμοϲ, τηνικαῦτα καὶ τηνικάδε· παντὶ προῦπτον ὅτι, εἰ τὸ οὑτοϲ καὶ ὅδε καὶ τούτου καὶ τοῦδε ἀντωνυμίαι, ἀντωνυμίαι ἄρα καὶ τὸ ὅ καὶ τὸ τοῦ, ὅτε οὕτω παραλαμβάνονται. —εἰ δὲ ταράϲϲονται διὰ τὴν ὁμοφωνίαν, μηδὲ τὸ ὅϲ ἄρθρον λεγέτωϲαν ὑποτακτικόν, ὅτι καὶ ϲύναρθρον ἀντωνυμίαν ϲημαίνει, καὶ ἀόριϲτον μόριον ἐν τῷ ὃϲ ἂν ἔλθ η μεινάτω με, καὶ ἴϲον τῷ οὐτοϲ παρὰ Ἀττικοῖϲ, ὡϲ Πλάτων ἦ δ’ὅϲ ἀντὶ τοῦ ἔφη δὲ οὖτοϲ. καὶ μακρὸν ἂν εἴη τὸ νῦν ὑπὲρ ὁμοφωνίαϲ διαλαβεῖν.