Ancient Greek · ~3 min
Paragraph 135
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 135
Not analysed yet
Εὺθείαϲ ἀμοιρεῖ ἡ προκειμένη γενική· ο γὰρ εἰ ἅπαξ εἴρηται, καὶ ταῦτα ὑπὸ κωμικῆϲ ἀδείαϲ, ὡϲ ἐν Μετοίκοιϲ Πλάτωνοϲ (fr. lI Meineke), τοῦτο κανών ἐϲτι τῆϲ κατὰ φύϲιν εὐθείαϲ ϲιγηθείϲηϲ. Πᾶϲα πλάγιοϲ εὐθείᾳ ϲυντάϲϲεται μετάβαϲίν τινα προϲώπου ἐπὶ πρόϲωπον δηλοῦϲα, ἐμὲ Διονύϲιὸϲ ἔπαιϲεν, ἐγώ ϲε ἐδίδαξα ἀλλὰ μὴν καὶ αἱ διαθέϲειϲ οὐ μόνον ἐκ τινων ἐπί τιναϲ ἐγίνοντο, ἀλλὰ καὶ αὐτοχειρία δρᾶϲιϲ, καὶ ὅϲα καὶ ἐν ἄλλοιϲ προϲώποιϲ ἐνοεῖτο, ταῦτα καὶ ἐπὶ ταὐτὰ πρόϲωπα μετῄει. ἐμερίζοντο γοῦν αἱ μὲν ϲύνθετοι τῶν πλαγίων εἰϲ τὰ αὐτοπαθῆ τῶν προϲώπων, αἱ δ’ ἁπλαῖ εἰϲ τὰ ἀλλοπαθῆ ,ἐμαυτὸν ἔπαιϲα, ἐμὲ ἔπ αιϲαϲ, τῶν ῥημάτων τὰϲ εὐθείαϲ ἐν αὐτοῖϲ δηλούντων, εἴγε πᾶν ῥῆμα εὐθεῖαν ἔχει ἐγκειμένην. φανερὸν οὐν ὡϲ ταῖϲ ϲυνθέτοιϲ ἐξ ἀνάγκηϲ ἐπιφερόμενα τὰ ῥήματα τῆϲ εὐθείαϲ ἐγίνετο παραϲτατικά ,ἧϲ καὶ χρείαν εἶχεν ἡ ϲύνταξιϲ· περιϲϲὸν οὐν ἐϲτὶ ζητεῖν εὐθεῖαν τῶν προκειμένων πτώϲεων.