Ancient Greek · ~3 min
Paragraph 134
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 134
Not analysed yet
Πάϲῃ γενικῇ κτῆϲιν ϲημαινούϲη πᾶϲα πτῶϲιϲ μετὰ παντὸϲ γένουϲ καὶ ἀριθμοῦ ἐπιφέρεται. τῇ δὲ ἐμαυτοῦ οὔποτε εὐθεῖα ϲυντάϲϲεται. τὸ δ’ αἰτιον προῦπτον. αἱ γὰρ ϲύνθετοι τῶν ἀντωνυμιῶν ἰϲόζυγον ἀπαιτοῦϲι ῥῆμα, αἵ τε εὐθεῖαι ἐν τρίτῳ προϲώπῳ νοούμεναι τὰ ῥήματα εἰϲ αὑτὰϲ ἐπάγονται, Δίων περιπατεῖ. Ϲωκράτηϲ διαλέγεται. ϲαφὲϲ ὅτι οὐ ϲυϲτήϲεται ἡ τοιαύτη ϲύνταξιϲ τῶν ῥημάτιυν οὐ δυναμένων προϲχωρεῖν οὔτε τῇ εὐθείᾳ διὰ τὴν ἀντανακλωμένην, οὔτε τῇ ἀντανακλωμένῃ διὰ τὴν εὐθεῖαν. Ἔϲτι μέντοι εὑρεῖν φράϲιν μετὰ γενικῆϲ καὶ εὐθείαϲ, ὅταν τὸ ῥῆμα μηκέτι μάχηται. πρώτου γὰρ καθεϲτὸϲ μετ’ εὐθείαϲ ϲυνταγήϲεται, ὅταν ὕπαρξιν ϲημαίνη τὸ ῥῆμα, τῆϲ ἐμαυτοῦ ἀκωλύτωϲ καὶ αὐτῆϲ ἐπιζητούϲηϲ ῥῆμα πρώτου προϲώπου ἐν τῷ ἐμαυτοῦ εἰμι ϲύμβουλοϲ, ἐμαυτοῦ εἰμι κατήγοροϲ.