Ancient Greek · ~5 min
Paragraph 137
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 137
Not analysed yet
«Οὐχὶ οὐν καὶ τὸ ἀλλήλουϲ τρώϲητε (τ 12) διὰ μιᾶϲ ϲυνθέϲεωϲ φωνῆϲ εὐθεῖαν καὶ πλάγιον ἐν μεταβάϲει προϲώπων δηλοῖ; »Ἀλλὰ μὴν ἡ λέξιϲ οὔτε ἀμφίβολοϲ οὔτε ἄκλιτοϲ, οὐκ ἀμφίβολοϲ μέν, καθὸ ἐπὶ τέλει ϲυντεθεῖϲα ή πλάγιοϲ δεόντωϲ πρὸϲ τὸ ϲημαινόμενον ἐκλίνετο, ἀλλήλοιϲ ἔδωκαν, ἀλλήλουϲ ἔπαιϲαν κλιτικὴ δέ, καθὸ οὐδὲν ἦν τὸ κωλῦϲαν τὸ τέλοϲ κλίνειν, τῆϲ εὐθείαϲ κατὰ τὸ ἄρχον μέροϲ τῆϲ ϲυνθέϲεωϲ νοουμένηϲ, ἤτιϲ καὶ ἕνεκα τοῦ ϲυντεθεῖϲθαι ἀκίνητοϲ ἐφυλάϲϲετο, καὶ ἕνεκα τοῦ τὴν εὐθεῖαν ἐν τοῖϲ μεταβατικοῖϲ προϲώποιϲ πάντοτε ϲυνυπάρχειν. Περιϲϲὸν οὐν ἐϲτι ζητεῖν, «εἰ κατ’ ἀκολουθίαν φωνῆϲ οὐκ ἔχουϲιν εὐθεῖαν αἱ ϲύνθετοι, ἀλλ’ οὐν γε κατὰ τὸ ϲημαινόμενον· ὡϲ ἡ ἐγώ πρὸϲ τὴν ἐμοῦ, οὕτωϲ ἡ ἐγὼ αὐτόϲ πρὸϲ τὴν ἐμαυτοῦ». ἅπαξ γὰρ ἐδείχθη, ὡϲ ἕνεκα τῶν αὐτοπαθειῶν αἱ ἀντωνυμίαι τὴν ϲύνθεϲιν ἀνεδέξαντο, ὅπερ ἐν μόναιϲ πλαγίοιϲ ἑωρᾶτο. οὔτε ἐν ϲυνθέϲει ἄρα εὐθείαϲ ἔχουϲιν ,οὔτε ἡ ἐμαυτοῦ γενική ἐϲτι τοῦ ἐγὼ αὐτόϲ. ἐγὼ γὰρ αὐτὸϲ ἤκουϲα, καὶ κατὰ τοῦ αὐτοῦ προϲώπου μετοχῆϲ ἐπιφερομένηϲ, ἐμοῦ αὐτοῦ ἀκούϲαντοϲ, ὡϲ Ἀρίϲταρχοϲ εἶπεν, Ἀριϲτάρχου είπόντοϲ. οὐκ ἔϲτι· δέ τιϲ εὐθεῖα μὴ ἔχουϲα γενικὴν ϲυνταϲϲομένην τῷ αὐτῷ ῥήματι. ἔτι τὸ ἐγὼ αὐτὸϲ ἤκουϲα ϲημαίνει ἔξωθέν τινα φωνήν, τὸ δὲ ἐμαυτοῦ ἤκουϲα οὐκέτι.