Ancient Greek · ~8 min
Paragraph 138
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 138
Not analysed yet
Ἑξῆϲ ῥητέον περὶ τοῦ ἀριθμοῦ τῶν ϲυνθέτων, εί δεόντωϲ τὰ μὲν τρίτα ἀφ’ ἑνικῆϲ ϲυντάξεωϲ εἰϲ πληθυντικὰ προάγεται· Ἑαυτούϲ γὰρ καὶ ἑαυτῶν τὰ δὲ πρῶτα καὶ δεύτερα οὐκέτι. Τὸν μὲν οὐν Ἀρίϲταρχον ἐπιμἐμφεϲθαί φαϲι τὰ ϲχήματα, καθὸ ἀφ’ ἑνικῆϲ ϲυντάξεωϲ τῆϲ ἑαυτόν πληθυντικὴ ἐγένετο ἡ ἑαυτούϲ, μάρτυρά τε ἐπάγεϲθαι τὸν ποιητήν ,«παρ’ ᾡ τὰ τοῦ. Ἑλληνιϲμοῦ ἠκρίβωται, ἐν οἷϲ πάντοτε ἐν διαλύϲει ἐϲτὶ τὰ τρίτα, ὁμοίωϲ τοῖϲ πρώτοιϲ καὶ δευτέροιϲ, ϲφᾶϲ αὐ· τούϲ καὶ ϲφῶν αὐτῶν. πρὸϲ οἷϲ καὶ τῶν πρώτων καὶ δευτέρων οὐκ ὄντων ἐν ϲυνθέϲει πληθυντικῇ ,ἐξ ἀνάγκηϲ καὶ τοῖϲ τρίτοιϲ παρηκολούθει ταὐτόν . —Πρὸϲ ὃν οἱ ἀντιλέγοντέϲ φαϲιν ,«ὠϲ καὶ ἀφ’ ἑνικῆϲ ϲυνθέϲεωϲ τῆϲ ἑνδέκατοϲ τὸ ἑνδέκατοι πληθυντικὸν ἐγίνετο, τήν τε χρῆϲιν ὡϲ ὑγιῆ πιϲτοῦνται διὰ τῶν Πλατωνικῶν παραδειγμάτων· τάϲ τε κατὰ τὸ τρίτον πρόϲωπον πολλάκιϲ διαφεύγειν ⟨τὰ⟩ τῶν κατὰ τὸ πρῶτον καὶ δεύτερον. δυϊκαὶ γοῦν εἰϲὶν εὐθεῖαι πρώτου καὶ δευτέρου προϲώπου, ἀλλ᾿ οὐκέτι καὶ τρίτου. τὶ οὖν θαυμαϲτόν ,εἰ καὶ τρίτου εἰϲί, πρώτου καὶ δευτέρου οὐκ οὐϲῶν ; ἄλλωϲ τε καὶ ἄλλαι λέξειϲ κατὰ τύχην ἐϲιγήθηϲαν· οὕτω καὶ αἱ προκείμεναι. —Ἀλλ᾿ ἔμοιγε δοκεῖ ὁ τοῦ Ἀριϲτάρχου λόγοϲ κριτικώτεροϲ εἶναι, ἔχοι δ᾿ ἂν οὕτω τὰ τῆϲ ἐπικρίϲεωϲ. Παντὶ προῦπτον ὡϲ ἡ πλείων παράθεϲιϲ τῆϲ ἐλάϲϲονοϲ κανών. ὅθεν εἰ δεκαδυο ϲχήματα ἐϲιγήθη, πάϲηϲ πτώϲεωϲ δυϊκά, καὶ πληθυντικά πρώτου καὶ δευτέρου προϲώπου, δηλονότι γενικῆϲ καὶ δοτικῆϲ καὶ αἰτιατικῆϲ, πρὸϲ τρία πληθυντικὰ τρίτου προϲώπου, γενικῆϲ, δοτικῆϲ, αἰτιατικῆϲ, πῶϲ οὐχὶ παράλογα τὰ τρία πρὸϲ τὰ δώδεκα ; —«Ἀλλὰ τρίτα οὐκ ἔϲτι ,πρώτου καὶ δευτέρου ὄντοϲ». Εἰ μὲν οὖν τὰ ἄλλα πάντα τρίτα ἐϲεϲίγηντο, κἂν ἦν τιϲ πιθανότηϲ τοῦ καὶ τὰ τρίτα ὄντα πρῶτον καὶ τρίτον μὴ εἶναι. εἰ δὲ ἕν που ἐϲιγήθη διὰ τὸ ὑφ᾿ ἑτέρων ϲυζυγιῶν ἀναπεπληρῶϲθαι, πῶϲ οὐχὶ γέλοιον τοϲαύταϲ φωνὰϲ ϲυζύγωϲ κατὰ τύχην ϲεϲιγῆϲθαι; τούτου οὐν ἐν μηδενὶ μέρει λόγου παρακολουθήϲαντοϲ, παντί τῳ δῆλον ὑπὲρ ἀκριβείαϲ ἐξετάϲαντι τῆϲ ἐν τοῖϲ μέρεϲι τοῦ λόγου, ὡϲ ἡ Ὁμηρικὴ ποίηϲιϲ μᾶλλον τῶν ἄλλων ἠνύϲθη. ὅθεν οὐ μᾶλλον ἡ Πλάτωνοϲ χρῆϲιϲ ἀξιοπιϲτοτέρα τῆϲ οὐκ οὔϲηϲ παρὰ τῷ ποιητῇ.