Ancient Greek · ~2 min
Paragraph 145
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 145
Not analysed yet
Τεῦϲ. Αὕτη ϲύζυγοϲ τῇ ἐμεῦϲ. Ἐπίχαρμοϲ ἐν Κωμαϲταῖϲ ἢ Ἁφαίϲτῳ (fr. 64 Ahrens)· Ἀλλ᾿ οὐδὲ ποτιθιγεῖν ἔτ᾿ ἐγὼν τεῦϲ ἀξιῶ· καὶ πόκ᾿ ἐγὼν παρὰ τεῦϲ τι μαθών, θεόκριτοϲ (V 39)· ἔϲτι δὲ καὶ Βοιωτιακὸν δῆλον ὡϲ· τεῦϲ γὰρ ὁ κλᾶροϲ (Corinnae fr. 17 Ahrens, 24 Bergk3). δ περιϲπαϲθὲν τὴν πρωτότυπον ϲημαίνει· ἴϲον γὰρ ἔϲται τῷ ϲοῦ, οὐκ ἄλληϲ· τὸ δὲ ἐν ὀξείᾳ τάϲει, ἐν μέντοι τῇ ἀναγνώϲει ἐγκλιθέν, ἴϲον τῇ ϲόϲ.