Ancient Greek · ~3 min
Paragraph 144
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 144
Not analysed yet
Τῇ μὲν οὖν ἐμοῦ ϲύζυγοϲ ἡ ϲοῦ, πάλιν τὴν αὐτὴν ὁμοφωνίαν ἀναδεδεγμένη κτητικῇ τε καὶ πρωτοτύπῳ· τῇ δὲ ἐμεῦ ἡ ϲεῦ, ἐμέο ϲέο, ἐμεῖο ϲεῖο, ἐμέθεν ϲέθεν, ϲυνθέτῳ τε τῇ ἐμαυτοῦ ἡ ϲαυτοῦ. ἀλλὰ μὴν καὶ τῇ ἐμοῦϲ Δωρίῳ ἡ τεοῦϲ, Ἡρακλῆϲ τεοῦϲ κάρρων ἦϲ, Ϲώφρων (fr. 27 Ahrens), καὶ ἔτι Κόριννα· περὶ τεοῦϲ Ἑρμᾶϲ ποτ᾿ Ἄρευα πουκτεύϊ (fr. 3 Ahrens, 11 Bergk3). Ἔϲτι καὶ ἡ τιοῦϲ, διὰ τοῦ ι, ἣν καὶ ἀναλογωτέραν ἡγητέον, ἐπεὶ τὸ ε εἰϲ ι μεταβάλλουϲι, φωνήεντοϲ ἐπιφερομένου. Ἔτι τῇ ἐμέοϲ ἡ τέοϲ κατ᾿ ἔγκλιϲιν ϲύζυγοϲ, ἐκπεφάναντί τεοϲ ταὶ δυϲθαλίαι, Ϲώφρων (fr. 75 Abreus)· τὸ γὰρ ὀρθοτονούμενον κτητικὴν ϲημαίνει.