Ancient Greek · ~2 min
Paragraph 156
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 156
Not analysed yet
Τὴν ἑαυτοῦ φαϲιν ὠλιγωρῆϲθαι, καθὸ τὴν μὲν ἐν ἀρχῇ ϲύνθεϲιν αἰτιατικῆϲ ἔχει. τὸ δὲ τέλοϲ γενικῆϲ. Ἀλλ᾿ οὔτε τὰ ϲύνθετα τὴν αὐτὴν κλίϲιν ἀναδέχεται τοῖϲ κατὰ παράθεϲιν, ἐπεὶ ἰδοὺ τὸ λεοντοφόνοϲ ἐκ γενικῆϲ ϲυνεϲτὸϲ εἰϲ αἰτιατικὴν ἀναλύεται, ὁ λέοντα φονεύϲαϲ, καὶ τὸ φιλοπλάτων ἐξ εὐθείαϲ εἰϲ αἰτιατικήν, ὁ φιλῶν Πλάτωνα· οὔτε πάντωϲ αἰτιατικὴ ἔγκειται· τί γὰρ οὐ μᾶλλον ἡ εὗ ἐϲτι ϲυντεθεῖϲα ἢ ἡ διϲύλλαβοϲ ἡ ἕο πρὸϲ οἷϲ οὐδὲ ἡ δοκοῦϲα ἐν ϲυνθέϲει κατωρθῶϲθαι ἐν δυϲὶν αἰτιατικαῖϲ, λέγω δὴ τὴν ἑαυτόν, πάντωϲ δύο αἰτιατικὰϲ ϲημαίνει· αὐτὸϲ γὰρ αὑτὸν ἔπαιϲεν.