Ancient Greek · ~4 min
Paragraph 157
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 157
Not analysed yet
Κἀκεῖνο δὲ ἐπιϲτατέον, εἰ ὅλωϲ ϲὺν τῷ ε γραφήϲεται ἢ διϲυλλάβωϲ μόνωϲ, μόνον κατ᾿ ἀρχὴν προϲπνεόμενον· τὰ γὰρ τῆϲ χρήϲεωϲ ἐπ᾿ ἴϲηϲ.» Εἴρηται ὡϲ αἱ ἀπὸ τοῦ ϲ ἀρχόμεναι ὁμοιοκατάληκτοι ἀποβολῇ τοῦ ϲ τὰ τρίτα ἀποτελοῦϲιν ὅθεν ἀκόλουθοϲ τῇ μὲν ϲεαυτόν ἡ ἑαυτόν, τῇ δὲ ϲαυτόν ἡ αὑτόν. —Φήϲει τιϲ τὴν διϲύλλαβον ὠλιγωρῆϲθαι, ἐν οἷϲ πᾶϲα λέξιϲ ϲύνθετοϲ μέροϲ ἔχει ἑκατέραϲ τῶν φωνῶν. ἡ γοῦν ἐμαυτόν. ϲαυτόν ἔχουϲιν ἡ μὲν τὸ εμ, ἡ δὲ τὸ ϲ. ἀνάγκη οὖν . καὶ τὴν ἑαυτόν μέροϲ ἔχειν, ὅπερ οὐκ ἄλλο γενήϲεται ἢ τὸ ε.» Ἀλλ᾿ ἡ τοῦ δαϲέοϲ πνεύματοϲ μονὴ ἀρκετὴ εἰϲ ὑπόμνηϲιν τῆϲ ϲυνθέϲεωϲ, ἐπεὶ τὰ τρίτα τῶν δευτέρων οὐ πλεονοϲυλλαβεῖ, εἰ μὴ ἐν πάθει πλεοναϲμὸϲ γένοιτο, ὡϲ ἡ ἑοῖ καὶ ἑόϲ καὶ ἑέ. —«Ἀλλά», φαϲιν, εἰ τὸ ε τῆϲ εὗ ἀντωνυμίαϲ κατὰ τὴν ϲύνθεϲιν ἐκθλίβεται, δῆλον ὡϲ καὶ τὸ πνεῦμα ἀποβληθήϲεται.» Ἀλλ᾿ οὐκ ἐκθλίβεται, ἀλλὰ κιρνᾶται. ἔπειτα ἡ ἀφαίρεϲιϲ τοῦ ϲ ἐν δευτέροιϲ δαϲείαϲ ἐϲτὶν ἐμποιητική, ϲέθεν ἕθεν. δῆλον οὖν ὡϲ τῆϲ μὲν ϲαυτόν διϲυλλάβου ἀκόλουθον διϲύλλαβον τὸ αὑτόν, τῆϲ δὲ ϲεαυτόν τριϲυλλάβου ἀκόλουθον τριϲύλλαβον τὸ ἑαυτόν.