Ancient Greek · ~13 min
Paragraph 158
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 158.1
Not analysed yet
Φανερὸν ὡϲ οἱ προϲχρηϲάμενοι τῇ ἑαυτούϲ ϲὺν ταῖϲ ϲυζύγοιϲ ἐπὶ πρώτου καὶ δευτέρου παρὰ τὰ πρόϲωπα ἁμαρτάνουϲιν, ὅθεν καὶ τοὺϲ δαϲέωϲ ἀναγνόνταϲ τὸ αὐτῶν γὰρ ἀπωλόμεθ’ ἀφραδίῃϲιν (κ 27) καὶ ὃς δέ μοι οἷοϲ ἔην, εἴρυτο δὲ ἄϲτυ καὶ αὐτούϲ (Ω 499) οὐ μετρίωϲ ἂν μεμψαίμεθα, οὐκ ὀλίγην ἀπειρίαν καταγγέλλονταϲ τοῦ ποιητοῦ διὰ τὴν ἰδίαν εὐήθειαν, εἴγε τρίτου καθεϲτῶϲαι ἐπὶ πρώτου λαμβάνονται. —πρὸϲ οἷϲ οὐδέποτε ἑνικὴ παῤ αὐτῷ ϲύνθετοϲ, μή τί γε καὶ πληθυντική, ἧϲ τὸ ϲχῆμα παράλογον ἐδείχθη. —καὶ εἰ μὲν τριϲυλλάβωϲ ποτὲ εἴρητο, κὰν ἦν ϲυμφανὲϲ ἁμάρτημα· ἐν οἷϲ οὖν διϲυλλαβεῖ, ϲαφὲϲ ὅτι ἁπλῆ ἐϲτι, λείπουϲα ἐθίμωϲ αὐτῷ τῇ ἡμῶν, «ἡμῶν . αὐτῶν ἀπωλόμεθ’ ἀφραδίῃϲιν», καὶ «ἡμᾶϲ αὐτούϲ». καὶ γὰρ ἐφ᾿ ἑνικῶν, αὐτὸϲ νῦν ἰδὲ πῶμα, θοῶϲ δ᾿ ἐπὶ δεϲμὸν ἴηλον (θ 443) καὶ αὐτὸϲ ἑκών οἱ δῶκα (δ 649). Ἀλλὰ καὶ ἐφ᾿ ἑνικῶν, ὡϲ ἂν ἀπαιτοῦντοϲ τοῦ λόγου, ὑπὸ τῶν περὶ τὸν Ἀϲκαλωνίτην ἐκεῖναι προϲεπνεύϲθηϲαν, αὐτόν μιν πληγῇϲιν (δ 244), ἵνα μὴ ὡϲ ὑπ᾿ ἄλλου πεπληγμένοϲ νοῆται· καὶ ἄλλῳ δ᾿ αὐτὸν φωτὶ κατακρύπτων (δ 247) καὶ τὴν αὐτοῦ φιλέει καὶ κήδεται (Ι 342), καὶ μέγα μὲν κλέοϲ αὐτῆϲ ποιεῖται (β 125) ἐφ᾿ ἧϲ οὐδὲ τὸ τῆϲ ἐπιφερομένηϲ πτώϲεωϲ ἁρμοϲτόν· δέον γὰρ ποιεῖν «ποθήν» ϲὺν τῷ ν. Ἀλλὰ καὶ ἐπὶ τούτων ὁ αὐτὸϲ λόγοϲ εἰρήϲεται, ᾦ κατ᾿ ἔλλειψιν πάλιν τῶν τρίτων ὁμοίωϲ ταῖϲ κατὰ τὸ πρῶτον καὶ δεύτερον ἐξηνέχθηϲαν, εἴγε καὶ τὸ ἀκριβὲϲ τῆϲ ἀναγνώϲεωϲ κατὰ αὐτὸ τὸ τοῦ ποιητοῦ ϲύνηθεϲ ἐξετάζεται. ἀξιοῦμεν γὰρ ἀπαρεμφάτωϲ ἀναγινώϲκειν τὰ δ᾿ ἄποινα δέχεϲθαι (Α 20) καὶ ἐπιτεῖλαι (Δ 64) οὐ προπαροξύνοντεϲ, τοῦ λόγου ἀπαιτοῦντοϲ πρόϲταξιν. δέον δὲ καὶ ἐπὶ τοῦ μὲν κλέοϲ αὐτῆϲ ποιεῖται (β 125) ἐκδέχεϲθαι τὸ γίνεται, ἐν ᾦ καὶ ἁπλῆ ⟨ἡ⟩ ἀντωνυμία νοεῖται, καὶ ἡ ἐπιφερομένη πτῶϲιϲ ἀκόλουθοϲ. ἀλλὰ μὴν καὶ τὸ αὐτόν μιν πληγῇϲιν (δ 244) δαϲυνόμενον τρεῖϲ ἀντωνυμίαϲ παραλήψεται· διὸ καὶ ὁ Πινδαρίων διὰ τοῦ ε ἔγραφεν, ὁ δὲ Ἰξίων ἀξιοῖ, ὥϲτε ἀντὶ τῆϲ ἕ τὴν μίν παρειλῆφθαι. ὅπερ βέλτιον ἐπὶ τῶν τοιούτων παρέλκεϲθαι τὴν μίν ὁμοίωϲ τῷ ἠέ μιν αὐτόν (Ω 472) κὰδ δέ μιν αὐτὸν εἰλύϲω ψαμάθοιϲιν (Φ 318), ἤ, ὡϲ Τρύφων (p. 30 Velsen) φηϲίν. ὅμοιον εἶναι τῷ ϲφέαϲ αὐτούϲ αὐτοὶ αὐτούϲ καὶ αὐτὸϲ αὑτόν· ᾦ ἀντέκειτο τὸ ⟨μὴ⟩ ἐν δυϲὶν ὀρθοτονουμέναιϲ λαμβάνεϲθαι τὸ αὐτόν μιν ὁμοίωϲ τῷ ϲφέαϲ αὐτούϲ. Τὸ εὖ ἐντύναϲάν ἑ αὐτήν (Ξ 162) καὶ πυκάϲαϲάν ἑ αὐτήν (Ρ 551) μόνωϲ ἐν διαλύϲει ληπτέον, εἴγε ἀϲύνθετοϲ ἐν τῷ καθόλου ἡ τῶν ἀντωνυμιῶν χρῆϲιϲ παῤ αὐτῷ. ἄλλωϲ τε καὶ ἐλέγχονται ἐκ τῶν ϲυζύγων ἀρϲενικῶν, ἕο δ᾿ αὐτοῦ πάντα κολούει (θ 211) ἑὲ δ᾿ αὐτόν (Υ 173), ἐφ᾿ ὧν καὶ μέϲουϲ ϲυνδέϲμουϲ ἔταξεν. —Καὶ παρὰ τοῖϲ Αἰολικοῖϲ δὲ ὡϲ ἐν παραθέϲει ἀνεγνώϲθη ἔμ᾿ αὔτα τοῦτ᾿ ἔγων ϲυνόϊδα (Sapphus fr. 102 Ahrens,15 Bergk3) ἐμ᾿ αὔτῳ παλαμάϲομαι (Alcaei fr. 87 Ahrens, 72 Bergk3), ἀλλ᾿ ἐμάχετο τὸ νόον δὲ Fαύτω πάμπαν ἀέρρει (Alcaei fr. 88 Αhrens, 78 Bergk), ἅπερ ἀϲύνηθεϲ ἐν ἁπλότητι μὴ οὐχὶ τὸ ε προϲλαμβάνειν. καὶ ἔτι ὁμοίωϲ παρὰ τῷ αὐτῷ Ἀλκαίῳ ἐν ἑβδόμῳ (fr. 89. 90) Ahrens, 87. 101 Bergk3) ϲὺ δὲ ϲαύτω τομίαϲ ἔϲῃ. ἀλλὰ ϲαύτω μετέχων ἄβαϲ πρὸϲ πόϲιν. πῶϲ γὰρ ταῦτα ϲύνθετα, τῶν πρώτων ἐν διαλύϲει ὄντων δῆλον οὖν ὡϲ ἀνώμαλοϲ ἡ ἀνάγνωϲιϲ τῶν πρώτων πρὸϲ τὰ ἑξῆϲ.