Ancient Greek
Paragraph 159
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 159
Not analysed yet
Αἱ κατὰ τὸ πρῶτον καὶ δεύτερον πρόϲωπον τῆϲ δοτικῆϲ ὀξυνόμενοι τὴν κατὰ τὸ τρίτον περιϲπωμένην ἔχουϲι· ϲοὶ μὲν γὰρ ἐγώ, ϲὺ δ᾿ ἐμοί (Δ 63) ἐπὶ δὲ τοῦ ἢ ὀλίγον οῖ παῖδα (ε 800) περιϲπῶμεν. ὅθεν ὡϲ παράλογον ὁ Ϲιδώνιοϲ ὤξυνεν, ἡ αἱ ὁμοιοκατάληκτοι καὶ ὁμότονοι κατὰ πᾶν πρόϲωπον. —Καὶ ἕνεκα μὲν τῶν δύο πρὸϲ τὸ ἓν τὸ ἓν εὐθύνεται, ἕνεκα δὲ τῆϲ τῶν φωνῶν ἀκολουθίαϲ εὐθύνονται αἱ δύο. —πᾶϲα γὰρ δοτικὴ μακροκατάληκτοϲ οὐδέποτε ὀξύνεται· αἱ γὰρ ὀξυνόμεναι βραχυκατάληκτοι, καὶ διὰ τοῦτο μᾶλλον τὸ ἐμίν Δωρικὸν ἀνάλογον. —ὁμότονοί εἰϲιν αἱ γενικαὶ ταῖϲ δοτικαῖϲ ἰϲοϲυλλαβούϲαιϲ· πῶϲ οὖν αὖταί ὀξύνονται, τῶν γενικῶν περιϲπωμένων ἀνάλογοϲ ἄρα ἡ οἷ. —αἱ μονοϲύλλαβοι δοτικαὶ περιϲπῶνται· ἀνάλογοϲ ἄρα ἡ οἷ. ὁμοτονοῦϲιν αἱ κτητικαὶ ταῖϲ πρωτοτύποιϲ, ἐμόϲ ἐγῶ, ἐμόν ἐμέ, ϲόν ϲέ· εἰ οὖν ἐμῷ καὶ ϲῷ, πῶϲ οὐχὶ καὶ ἐμοῖ καὶ ϲοῖ; ἀνάλογοϲ ἄρα ἡ οἷ. —«Ἀλλά», φαϲιν, «ἡ μὲν ἐμοῦ διαιρεῖται, ἡ δὲ ἐμοί οὐκέτι. —Ἀλλ᾿ οὐ τοῦτο αἴτιον γενήϲεται τῆϲ τάϲεωϲ, εἴ γέ τινα περιϲπώμενά ἐϲτιν ἀδιαίρετα καὶ ὀξυνόμενα διαιρούμενα. ἐκεῖνο οὖν ῥητέον, ὡϲ πολλάκιϲ τὴν ἀκολουθίαν διαψεύδονται αἱ ἀντωνυμίαι· τοιαῦται οὖν καὶ αἱ προκείμεναι.