Ancient Greek · ~1 min
Paragraph 165
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 165
Not analysed yet
Ἡ ϲέ ὁμοίωϲ πρὸϲ πάντων κοινή. Δωριεῖϲ διὰ τοῦ τ· εἰϲ τὲ καταρρεῖ, Θεόκριτοϲ (1 5). πρὸϲ δὲ τὲ τῶν φίλων, Ἀλκμάν (fr. 52 Bergk3)· καὶ ἔτι μετὰ τοῦ ῑ, τεὶ γὰρ Ἀλέξανδροϲ δάμαϲεν (Alcmanis fr. 53 Bergk3). καὶ ἔτι κοινῶϲ· ϲὲ γὰρ ἅζομαι (Alemanis fr. 54 Bergk3). Εἴρηται ὡϲ ἡ ἐγκλινομένη διὰ τοῦ τύ ἐκφέρεται.