Ancient Greek
Paragraph 166
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 166
Not analysed yet
Ἡ ἕ ϲύζυγοϲ τῇ ϲέ, κοινὴ ἐν διαλέκτοιϲ. Αἰολεῖϲ μετὰ τοῦ F. Τὸ ἑὲ δ’ αὐτὸν ἐποτρύνει (Υ 171) εἰ κατὰ τὸ ἄρχον ὀξύνοιτο, δῆλον ὡϲ παράλογον ἕξει τὸν τόνον. εἴτε γὰρ τὸ δεύτερον ε ἐπλεόναϲε, δῆλον ὡϲ καὶ ἐν αὐτῷ ὁ ὀξὺϲ τόνοϲ γενήϲεται, ὁμοίωϲ τῷ ἤ καὶ ἠέ. καὶ ἥλιοϲ καὶ ἠέλιοϲ (οὕτω γάρ τινεϲ ὑπέλαβον ἐκ τοῦ τὸ ἄρχον δαϲύνεϲθαι, ὅπερ ἴδιον ἦν τῆϲ ἀντωνυμίαϲ. ἐλελήθει δὲ αὐτούϲ, ὅτι ἀρκτικὴ οὖϲα ἡ δαϲεῖα ἐπὶ τοῦ πλεοναϲμοῦ ἀνατρέχει, ἑώρων καὶ ἕεδνα. ἄλλωϲ τε τὸ πλεονάζον ε ἔξωθεν ἐν ἀντωνυμίαιϲ, ἑόϲ, ἑοῦ, ἑοῖ)· εἴτε τὸ ἄρχον, ὅπερ ἔϲτι, πάλιν τῆϲ ἀντωνυμίαϲ φυλάξει τὸν τόνον, εἴγε οἱ πλεοναϲμοὶ τοὺϲ τόνουϲ τηροῦϲιν, ἑοῖ, ἑοῦ. —ὑπόψυχρον γὰρ τὸ λέγειν ὡϲ ἐδιπλαϲιάϲθη ἡ ἀντωνυμία, πρὸϲ οὐδὲν χρειῶδεϲ τριῶν ἀντωνυμιῶν παραλαμβανομένων, ϲυνήθουϲ τε ὄντοϲ τοῦ κατὰ τὸ ε πλεοναϲμοῦ.