Ancient Greek
Paragraph 170
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 170
Not analysed yet
Ἔτι καὶ ἡ νίν τάϲϲεται ἐπὶ πλήθουϲ· ὅϲτιϲ δὴ τρόποϲ ἐξεκύλιϲϲέ νιν, Πίνδαροϲ Ἰϲθμιονίκαιϲ (fr. 2 Boeckh). προϲφωνεῖτέ νιν ἐπὶ νίκαιϲ, Βακχυλίδηϲ (fr. 8 Bergk3) καὶ πλεῖϲτα ἄλλα. ὁ δὲ πλάνοϲ τῆϲ τοιαύτηϲ ἀφορμῆϲ ἴϲωϲ ἐρρύη ἐκ τοῦ εὕρομεν ἐν βήϲϲηϲι τετυγμένα δώματα καλά, ἀμφὶ δέ μιν λύκοι ἦϲαν ὀρέϲτεροι (κ 210. 212) καὶ ἦ μάλα δὴ τάδε δώματα κάλ᾿ Ὀδυϲῆοϲ καῖ οὐκ ἄν τίϲ μιν ἀνήρ (ρ 264. 268). ἦν δὲ τὰ τοιαῦτα ἐπὶ τὴν ϲυνωνυμίαν φερόμενα τοῦ δῶμα, ὁμοίωϲ τῷ νεφέλη δέ μιν ἀμφεκάλυπτε, τὸ μὲν οὐ ποτε (μ 74. 15) τὸ νέφοϲ· αἱ μὲν ἀγχιϲτῖναι· τὰ δ’ ἐρῆμα φοβεῖται (Ε 141. 140). ἐννῆμαρ μέν· τῇ δεκάτη δέ (A 53. 54). ἐποίϲει γοῦν γιγνώϲκω δ’ ὅτι πολλοὶ ἐν αὐτῷ δαῖτα τίθενται (ρ 269). τὸ δ’ ἐπὶ τοῦ Ἄρεωϲ καὶ Ἀθηνᾶϲ οὐδ’ εἰ μάλα μιν χόλοϲ ἥκει (P 399), ὡϲ εἰ ἔλεγε χωρὶϲ ἐφ’ ἑκατέρου. τὸ γὰρ πληθυντικὸν ἐφ’ ἐνικοῦ μεταλαμβανόμενον καὶ εὔλογον καὶ ϲύνηθεϲ, εἴγε ἐμπεριεκτικόν ἐϲτι τὸ πλῆθοϲ τοῦ ἑνόϲ, οὐκέτι δὲ τὸ ἑνικὸν τοῦ πληθυντικοῦ. καὶ ἔτι ἐπὶ δυϊκοῦ. διὸ πάλιν τὸ δυϊκὸν οὐκ ἔϲτιν ἐπὶ πληθυντικοῦ· τὸ γὰρ κρινθέντε δύω καὶ πεντήκοντα (θ 48) πρὸϲ τὰ δύο, καὶ τὸ οἶνον πινόντων (α 340) ἀντὶ τοῦ πινέτωϲαν Ἀττικόν ἐϲτι. —Τί οὖν οὐχὶ καὶ τὰ δύο ἐφ’ ἑνόϲ τάϲϲεται; Ὅτι καὶ τὸ δυικὸν ὄνομα κυρίου ἀριθμοῦ, ὅμοιον τῷ τέϲϲαρεϲ ἢ τρεῖϲ ὄν· τὸ δὲ πληθυντικὸν κοινὸν παντὸϲ ἀριθμοῦ τοῦ ὑπὲρ τὴν δυάδα.