Ancient Greek · ~4 min
Paragraph 171
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 171
Not analysed yet
Αἱ δυϊκαὶ κατὰ πρῶτον καὶ δεύτερον πρόϲωπον πάϲηϲ πτώϲεωϲ μόνωϲ ὀρθοτονοῦνται· καὶ ἡ αἰτία εἴρηται. Εὐθείαϲ μὲν καὶ αἰτιατικῆϲ κοινῶϲ, νῶι, ϲφ ῶι Ἀττικαὶ δὲ τῶν αὐτῶν πτώϲεων νώ καὶ ϲφ φώ, αἶϲ καὶ ὁ ποιητὴϲ προϲχρῆται, νὼ ἀναβηϲάμενοι (ο 475), ϲφὼ δὲ μάλ’ ἠθέλετον (Λ 782)· γενικῆϲ καὶ δοτικῆϲ νῶιν καὶ ϲφῶιν. μονοϲυλλάβωϲ Εὔπολιϲ Μαρικᾷ (fr. XIII Meineke)· νὼ γάρ, ἄνδρεϲ, οὐχ ἱππεύομεν, καὶ ἔτι ἐν Φίλοιϲ εὐφρανῶ δὲ νώ (fr. 1 Meineke). τοιοῦτο δ’ ἦν τὸ οὐ γὰρ ϲφῷν τε γένοϲ ἀπόλωλε τοκήων (δ 62), ὅπερ ἐδόκει ἐπίμεμπτον εἶναι, ὡϲ τρίτον πληθυντικὸν δίχα τοῦ ῑ γραφόμενον, τοῦ λόγου ἀπαιτοῦντοϲ δεύτερον· πρὸϲ γὰρ αὐτοὺϲ ὑπὲρ αὐτῶν· ἀλλ’ ἀνδρῶν γένοϲ ἐϲτέ (δ 63). ἡ πρόϲθεϲιϲ οὖν τοῦ ῑ, ποιοῦϲα τὸ Ἀττικόν, καὶ εἰϲ ἀκρίβειαν τὸν λόγον καθιϲτάνει. καὶ ἦν ἱκανὴ ἀπόδειξιϲ τοῦ εἶναι αὐτὴν γενικὴν δευτέρου Ἀττικὴν τὸ καὶ ταῖϲ εὐθείαιϲ ϲυνεχέϲτερον αὐτὸν κεχρῆϲθαι. πρὸϲ οἶϲ᾿ ἀκριβὴϲ πάντοτε περὶ τὰϲ ἀντωνυμίαϲ ἐϲτίν.