Ancient Greek
Paragraph 174
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 174
Not analysed yet
Ἀπ’ οὐδετέραϲ οὖν τοῦ λόγου καθιϲταμένου, θεματικὰϲ ἀμφοτέραϲ εἰϲηγήϲαντο, εἴγε ἡ χρῆϲιϲ παρὰ τῷ ἀρχαιοτάτῳ ποιητῇ ἀμφοτέρων ἐϲτί· καὶ παρὰ μὲν τοῖϲ μετοίκοιϲ Ἴωϲι τὴν διϲύλλαβον ἐμμεῖναι, παρὰ δὲ τοῖϲ καταμείναϲιν Ἀττικοῖϲ τὴν μονοϲύλλαβον. —Εἰ δὲ δέον ἐϲτὶν ἀπὸ τῆϲ κοινῆϲ τὴν Ἀττικὴν καθίϲταϲθαι, καθὸ καὶ ⟨αἱ⟩ ἄλλαι ἔχονται ἀφορμῆϲ τῶν κοινῶν, λεκτέον ὡϲ ἡ νώ καὶ ϲφώ ἀποκοπεῖϲαι οὐκ ἀήθωϲ τοῖϲ Ἀττικοῖϲ (Ποϲειδῶ γάρ φαϲι καὶ μὰ τὸν Ἀπόλλω τουτονί) οὐκέτι περιεϲπάϲθηϲαν, κατάληξιν δυικὴν ἀναδεξάμεναι. ἄλλωϲ τε τὰ εἰϲ ω λήγοντα πτωτικά, κλίϲεωϲ τυγχάνοντα, οὔποτε περιϲπαϲμὸν ἀνεδέξατο. τούτῳ γὰρ τῷ λόγῳ καὶ ἡ νεώ γενικὴ ὠξυτονήθη, μετὰ καὶ ἄλλων λόγων τῆϲ γενικῆϲ τὸν περιϲπαϲμὸν ἀπαιτούϲηϲ· καὶ τὸ Λητὼ τὰρ ἥλκηϲε (λ 580) καὶ τὸ Πυθὼ δ’ ἐρχομένην (λ 581) καὶ τὰ τούτοιϲ παραπλήϲια, κἆν τὸ ἐντελὲϲ ἔχωϲι Λητόα καὶ Πυθόα, ἀναγκαίωϲ ὠξύνθη. ἕνεκα γὰρ τούτου καὶ διϲτάϲαι τὸν Ἀρίϲταρχόν φαϲι περὶ τοῦ ἠῶ δῖαν ἔμεινε (I 662), καθὸ ἦν τὸ ἐντελὲϲ ἠόα. —Αἱ ἀποκοπαί, ἐὰν τύχωϲι πτωτικῆϲ κατα 113 A. λήξεωϲ, κλίνονται, μάκαρ, μάρτυρ, γηράντεϲϲι τοκεῦϲιν (Hesiod. O. D. 188) κλιθήϲονται οὖν αἱ προκείμεναι ἀντωνυμίαι δυϊκῆϲ μᾶλλον καταλήξεωϲ τυχοῦϲαι. —αἵ τε γενικαὶ αὐτῶν εὐλόγωϲ διὰ τοῦ ῑ γράφονται, εἴγε παντὸϲ δυϊκοῦ εὐθεῖα μὲν ἕν ἔχει φωνῆεν, γενικὴ δὲ δύο, ὧν τὸ δεύτερον ῑ· ἀλλὰ καὶ περιϲπαϲθήϲονται, εἴγε τὰ ὀξύτονα τῶν δυϊκῶν B περιϲπᾶται κατὰ γενικήν.