Ancient Greek · ~1 min
Paragraph 173
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 173
Not analysed yet
«Ἄλλ’ ἐκ τῶν ἐναντίων ἀπὸ τῆϲ νῶι τὸ Ἀττικόν.» —Εἰ μὲν οὖν κατὰ τὴν πρόϲληψιν τοῦ ῑ, καθὸ Καδμῇδεϲ καὶ Νηρῇδεϲ, πάλιν ἡ γραφὴ τὸ ῑ ἕξει, ὅ τε τόνοϲ περιϲπαϲθήϲεται, οὐδενὸϲ ἐμποδίου ὄντοϲ· εἰ δὲ ἀπεκόπη. τὸ μὲν ῑ οὐχ ἕξει, τὸν δὲ τόνον περιϲπάϲει, καθὸ καὶ ἀπὸ τοῦ δῶμα δῶ καὶ ἀπὸ τοῦ ἧλοϲ ἧλ.