Ancient Greek · ~2 min
Paragraph 176
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 176
Not analysed yet
Ϲφωέ. Αὕτη αἰτιατικὴν μόνην ϲημαίνει, τίϲ τάρ ϲφωε θεῶν (A 8) καὶ ἐπεὶ ϲύνηθεϲ Ὁμήρῳ τὸ διϲυλλαβοῦν, ϲαφὲϲ ὅτι καὶ τὸ ἤ τίϲ ϲφωε πόρεν θεὸϲ ἀντιβολήϲαϲ (K 546) οὐ τοῦ ἔπορε τὸ ε ἔχει, τῆϲ δὲ ἀντωνυμίαϲ, Ἰακῶϲ κεκλιμένου τοῦ C ῥήματοϲ. Καὶ ἔτι εἰ μή ϲφω’ Αἴαντε (P 531) τὸ πλῆρεϲ ϲφωέ. παρὰ γὰρ Ἀντιμάχῳ καὶ μονοϲυλλάβωϲ ἐν τρίτῃ Θηβαῖδοϲ (p. 28 Stoll) τὸ καί ϲφω γείνατο μήτηρ, καὶ ἐν πρώτη (p. 28 Stoll) ἀϲπαϲίωϲ τέ ϲφω ἄγεν οἴκαδε.