Ancient Greek · ~3 min
Paragraph 177
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 177
Not analysed yet
Βίαιοϲ ὁ Ἰξίων ἐϲτὶ τὴν ϲφωε καὶ ἐπὶ δευτέρου τάϲϲων, ἀμφοτέρω τὰρ ϲφῶε φιλεῖ (H 280. K 552). «ἐπεὶ καὶ ἡ νῶε διὰ τοῦ ε. —καὶ ἔτι ὡϲ τῇ ϲφώ ἐπὶ τρίτου νοουμένῃ τὸ ε προϲέρχεται, οὕτω καὶ τῇ κατὰ τὸ δεύτερον πάλιν νοουμένῃ Ἀττικῇ προϲέρχεται». Ἀλλ’ οὕτε ἡ διὰ τοῦ ε νῶε εὐπαράδεκτοϲ, καθότι ϲπανιωτάτη, ἅπαξ που ἢ δὶϲ εἰρημένη· οὔτε ἡ κατὰ τὸ τρίτον μονοϲύλλαβοϲ, κατὰ τὸν αὐτὸν λόγον. —πρὸϲ οἶϲ οὐδὲ ὁ χρηϲάμενοϲ ἀξιοπιϲτότεροϲ τῶν μὴ χρηϲαμένων. —πάνυ δὲ εὔηθεϲ, τῆϲ κατὰ τὸ πρῶτον πρόϲωπον εἰϲ ῑ ληγούϲηϲ, μὴ οὐχὶ καὶ τὴν κατὰ τὸ δεύτερον παραδέχεϲθαι. —πρὸϲ οἶϲ καὶ πάλιν πάμπολλοϲ ἡ χρῆϲιϲ. ποία δὲ καὶ ἀνάγκη, ὀρθῶϲ ἐχούϲηϲ τῆϲ ϲφῶι, τὴν ϲφῶε παραλαμβάνειν;