Ancient Greek · ~5 min
Paragraph 186
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 186
Not analysed yet
Αἱ πληθυντικαὶ κοινολεκτοῦνται κατ’ εὐθεῖαν πρόϲ τε Ἰώνων καὶ Ἀττικῶν, ἡμεῖϲ, ὑμεῖϲ, ϲφεῖϲ. ἔϲτι πιϲτώϲαϲθαι καὶ τὸ ἀδιαίρετον τῆϲ εὐθείαϲ παρ’ Ἴωϲιν ἐκ τῶν περὶ Δημόκριτον, Φερεκύδην, Ἑκαταῖον. τὸ γὰρ ἐν Εἰδωλοφανεῖ· «ὑμέεϲ Αἰόλιον περιχεύετε» παρὰ Παρθενίῳ ὑπὸ ποιητικῆϲ ἀδείαϲ παραληφθὲν οὐ καταψεύϲεται διαλέκτου πιϲτουμένηϲ ἐλλογίμοιϲ ϲυγγραφεῦϲιν. Ἀμέϲ Δώριον. Ἀλκμάν (fr. 65 Bergk3)· ὡϲ ἁμὲϲ τὸ καλὸν μελίϲκον. Οὐκ ἐπίληπτοϲ δὲ ἡ τάϲιϲ, καθὸ τὰ πτωτικὰ ἀπέϲτραπται τὴν ἐπὶ τοῦ εϲ ὀξεῖαν (καὶ διὰ τοῦτο ἔνιοι τὸ βιόπλανεϲ βαρύνουϲιν ἀπὸ τοῦ βιοπλανήϲ, καὶ ἐπίτηδεϲ, καὶ ἄκλεεϲ αὔτωϲ (H 100) ἀπὸ τοῦ ἀκλεήϲ). Πρῶτον αἱ πρωτότυποι ἀντωνυμίαι οὐκ ἀκόλουθοι ἐδείχθηϲαν τοῖϲ ἄλλοιϲ πτωτικοῖϲ. ἔπειτα Δωριεῖϲ ἐπὶ τὸ τέλοϲ φιλοῦϲι τὴν ὀξεῖαν προϲάτειν, παρ’ οἶϲ πάλιν ἡ ἀφαίρεϲιϲ τοῦ ῑ ὀξείαϲ γίνεται ἐμποιητική, ἐπεὶ ποιεῖϲ ποιέϲ, πάλιν τῆϲ καταλήξεωϲ ἐπιλήπτωϲ ὀξυνομένηϲ, εἴγε τὰ ῥήματα τὴν ὀξεῖαν τάϲιν ἀπέϲτραπται· καὶ τὸ νοέν καὶ τὸ δαϲμηφορέν ὀξύνεται πάλιν τῇ αὐτῇ ὑφαιρέϲει τοῦ ῖ. πρὸϲ οἷϲ καὶ ἡ περιϲπωμένη ϲυϲτελλομένη ὀξεῖα γίνεται, τύπου τινὸϲ μὴ ἐμποδίζοντοϲ. Αἰολεῖϲ ἄμμεϲ· ἄμμεϲ δ’ ἀν τὸ μέϲϲον (Alcaei fr. 10 Ahrens, 18 Bergk3). τοιοῦτον καὶ τὸ ἄμμεϲ ἐῒϲκομεν (ι 321).