Ancient Greek · ~3 min
Paragraph 185
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 185
Not analysed yet
Παντί τῳ δῆλον, ὡϲ ἡ δυϊκὴ τοῦ ἐκεῖνοϲ, οὗτοϲ ἐκείνω, τούτω. περὶ γὰρ τοῦ τῶδε δὲ νῶι (Θ 109) ἐζητεῖτο. «ἕνεκα γάρ». φαϲι, τῆϲ ἑνικῆϲ δοτικῆϲ ὀξυτονηθήϲεται τὸ τώ, ἵνα τὸ δυϊκὸν διαϲτολῆϲ τύχῃ». Ἀλλ’ εἰ ἕνεκα τούτου, ληρῶδεϲ· ἄπειρα γὰρ τὰ ϲυνεμπίπτοντα. «Ἔτι βαρείαϲ καὶ βραχείαϲ ἐπιφερο μένηϲ ἀδύνατον ὀξεῖαν εὑρέϲθαι μετὰ μακρᾶϲ. διὸ τὸ τῶδε προπεριϲπαϲτέον. Τί οὖν τὸ εἴθε, αἴθε, ναίχι, οὐχὶ καθὸ ἐπέκταϲιϲ, τῆϲ ἀρτίου ὑπερεχούϲηϲ τὴν ἐπεκτεινομένην; οὐχὶ οὖν καὶ τὸ τώδε δὲ νῶι (Θ 109) τῶν ἐπεκτεταμένων τὰ οὖν δυϊκὰ εἰϲ ω λήγοντα οὐδέποτε περιϲπᾶται· οὐδὲ γὰρ θέλει τὸ πτωτικὸν ω περιϲπᾶϲθαι ἐπὶ τέλουϲ. ὅτι γὰρ ἐπὶ τέλουϲ ἐϲτίν, ὅτι ἐπεκτέταται, δῆλον, ὡϲ ἡ κλίϲιϲ ἐντόϲ, τοῦδε, τοῖνδε, οἵδε, τῶνδε, τοῖϲδε, τούϲδε.