Ancient Greek · ~3 min
Paragraph 188
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 188
Not analysed yet
Αἱ ὑποϲτολαὶ τοῦ ι ὁμολογοῦϲι τὴν διὰ τοῦ ει γραφήν· παραπεμπτέον οῦν τούϲ διὰ τοῦ ε ἠξιωκόταϲ γράφειν, ὡϲ τοῦ ι εἰϲ τὸ ε μεταβαλλομένου, κέρνημι, πέρημι. ἐπὶ γὰρ βραχυνομένου ἡ μετάληψιϲ. «Ἔτι εἰ πᾶϲαί», φαϲι, «δι’ ἑνόϲ, καὶ ἡ εὐθεῖα ἕν ἕξει φωνῆεν». Ἀλλὰ καὶ ἡ ϲοφῶν ἕν ἔχει φωνῆεν ,αἱ δὲ ὑπόλοιποι δύο. εἰ δὲ οὐ διαιρεῖται εἰϲ δύο ε, καθότι αἱ εἰϲ ειϲ εὐθεῖαι τοῦτο ἀναδέχονται, φαίνοτιται τὴν ἐν ὀνόμαϲιν ἀκολουθίαν ζητοῦντεϲ ἐν ἀντωνυμίαιϲ, ἤνπερ οὐχ εῦρομεν. πολλῷ δὲ πρότερον καὶ τὴν εἰϲ ϲ γενικὴν ἑνικήν· αὕτη γὰρ τῶν διὰ δύο ε ἐκφερομένων εὐθειῶν γενική ἐϲτιν.