Ancient Greek · ~2 min
Paragraph 189
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 189
Not analysed yet
Ούδ’ ὑγιὲϲ διὰ τὸν μακρὸν χρόνον τῆϲ εὐθείαϲ δύο φωνήεντα παραδέχεϲθαι, ὥϲ τινεϲ ψήθηϲαν. ἐπεὶ τί ἂν εἴη τὸ ἰχθῦϲ ἢ νέκυϲ καὶ τὰ τούτοιϲ ὅμοια ϲυναιρούμενα, αἱ τε παρ’ Ἴωϲι γραφαί, πόλιϲ, φύϲιϲ; Πάλιν δὲ καὶ τὴν δοτικὴν γράφειν διὰ τοῦ ε, ἐπεί», φαϲι, καὶ ἡ εὐθεῖα καὶ ἡ γενική· ἡμέων γάρ· καὶ ἡ αἰτιατική. ἡμέαϲ*. Ἀλλ’ ἡ μὲν γενικὴ καὶ αίτιατικὴ διήρηνται, ἡ δὲ ἀδιαίρετοϲ τυγχάνει, πιϲτουμένη παραδόϲει καὶ διαλέκτων ἐκφορᾷ· ἁμίν γὰρ Δωριεῖϲ, καὶ ἄμμιν Αἰολεῖϲ. ἄλλωϲ τε οὐδὲ τὸ νύμφαιϲ ἔχει τὸ ἕ, τοῦ νυμφέων ἐν διαιρέϲει ἔχοντοϲ τὸ ε.