Ancient Greek · ~1 min
Paragraph 19
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 19
Not analysed yet
Οὐ γὰρ ἰϲωνυμίαν, ὥϲ τινεϲ· οὐ γὰρ τὰ ἴϲα παρακολουθεῖ τῷ ὀνόματι καὶ τῇ ἀντωνυμίᾳ. τὸ μὲν γὰρ ἀμοιρεῖ δείξεωϲ, ποιότητά τε ἐπαγγέλλεται· αἱ δὲ δεῖξιν ἔχουϲι μετὰ προϲώπων ἀκολουθίαϲ, οὐϲίαν τε μόνον δηλοῦϲιν.