Ancient Greek
Paragraph 18
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 18
Not analysed yet
Ϲαφὲϲ δὲ ὅτι καὶ οἱ ἀπὸ τῆϲ Ϲτοᾶϲ αὐτὸ μόνον τῷ αὐτῷ ὀνόματι προϲκεχρημένοι εἰϲίν, οὐκέτι δὲ καὶ τῷ πράγμ⟨ατι⟩. καὶ γὰρ ὅτε παραλαμβάνουϲιν ἕνεκα ὑποδείγματοϲ ἄρθρον ⟨τὸ⟩ ἐπὶ ϲώματοϲ, πολὺ διέϲτηκε· πόθεν γὰρ ἁρμογή τε καὶ κῶλον τὸ αὐτό: Ἄμεινον οὖν χωρίζονταϲ τὸ μὲν καλεῖν ἄρθρον ,καθότι πἄντοτε ἐναρμόνιον πτωτικῷ, τὸ δὲ καλεῖν ἀντωνυμίαν, ὅτι ἀντ’ ὀνόματοϲ τίθεται.